1
μη καυχω τα εις αυριον ου γαρ γινωσκεις τι τεξεται η επιουσα
2
εγκωμιαζετω σε ο πελας και μη το σον στομα αλλοτριος και μη τα σα χειλη
3
βαρυ λιθος και δυσβαστακτον αμμος οργη δε αφρονος βαρυτερα αμφοτερων
4
ανελεημων θυμος και οξεια οργη αλλ' ουδενα υφισταται ζηλος
5
κρεισσους ελεγχοι αποκεκαλυμμενοι κρυπτομενης φιλιας
6
αξιοπιστοτερα εστιν τραυματα φιλου η εκουσια φιληματα εχθρου
7
ψυχη εν πλησμονη ουσα κηριοις εμπαιζει ψυχη δε ενδεει και τα πικρα γλυκεια φαινεται
8
ωσπερ οταν ορνεον καταπετασθη εκ της ιδιας νοσσιας ουτως ανθρωπος δουλουται οταν αποξενωθη εκ των ιδιων τοπων
9
μυροις και οινοις και θυμιαμασιν τερπεται καρδια καταρρηγνυται δε υπο συμπτωματων ψυχη
10
φιλον σον η φιλον πατρωον μη εγκαταλιπης εις δε τον οικον του αδελφου σου μη εισελθης ατυχων κρεισσων φιλος εγγυς η αδελφος μακραν οικων
11
σοφος γινου υιε ινα ευφραινηται μου η καρδια και αποστρεψον απο σου επονειδιστους λογους
12
πανουργος κακων επερχομενων απεκρυβη αφρονες δε επελθοντες ζημιαν τεισουσιν
13
αφελου το ιματιον αυτου παρηλθεν γαρ υβριστης οστις τα αλλοτρια λυμαινεται
14
ος αν ευλογη φιλον το πρωι μεγαλη τη φωνη καταρωμενου ουδεν διαφερειν δοξει
15
σταγονες εκβαλλουσιν ανθρωπον εν ημερα χειμερινη εκ του οικου αυτου ωσαυτως και γυνη λοιδορος εκ του ιδιου οικου
16
βορεας σκληρος ανεμος ονοματι δε επιδεξιος καλειται
17
σιδηρος σιδηρον οξυνει ανηρ δε παροξυνει προσωπον εταιρου
18
ος φυτευει συκην φαγεται τους καρπους αυτης ος δε φυλασσει τον εαυτου κυριον τιμηθησεται
19
ωσπερ ουχ ομοια προσωπα προσωποις ουτως ουδε αι καρδιαι των ανθρωπων
20
αδης και απωλεια ουκ εμπιμπλανται ωσαυτως και οι οφθαλμοι των ανθρωπων απληστοι [20α] βδελυγμα κυριω στηριζων οφθαλμον και οι απαιδευτοι ακρατεις γλωσση
21
δοκιμιον αργυρω και χρυσω πυρωσις ανηρ δε δοκιμαζεται δια στοματος εγκωμιαζοντων αυτον [21α] καρδια ανομου εκζητει κακα καρδια δε ευθης εκζητει γνωσιν
22
εαν μαστιγοις αφρονα εν μεσω συνεδριου ατιμαζων ου μη περιελης την αφροσυνην αυτου
23
γνωστως επιγνωση ψυχας ποιμνιου σου και επιστησεις καρδιαν σου σαις αγελαις
24
οτι ου τον αιωνα ανδρι κρατος και ισχυς ουδε παραδιδωσιν εκ γενεας εις γενεαν
25
επιμελου των εν τω πεδιω χλωρων και κερεις ποαν και συναγε χορτον ορεινον
26
ινα εχης προβατα εις ιματισμον τιμα πεδιον ινα ωσιν σοι αρνες
27
υιε παρ' εμου εχεις ρησεις ισχυρας εις την ζωην σου και εις την ζωην σων θεραποντων