1
φευγει ασεβης μηδενος διωκοντος δικαιος δε ωσπερ λεων πεποιθεν
2
δι' αμαρτιας ασεβων κρισεις εγειρονται ανηρ δε πανουργος κατασβεσει αυτας
3
ανδρειος εν ασεβειαις συκοφαντει πτωχους ωσπερ υετος λαβρος και ανωφελης
4
ουτως οι εγκαταλειποντες τον νομον εγκωμιαζουσιν ασεβειαν οι δε αγαπωντες τον νομον περιβαλλουσιν εαυτοις τειχος
5
ανδρες κακοι ου νοησουσιν κριμα οι δε ζητουντες τον κυριον συνησουσιν εν παντι
6
κρεισσων πτωχος πορευομενος εν αληθεια πλουσιου ψευδους
7
φυλασσει νομον υιος συνετος ος δε ποιμαινει ασωτιαν ατιμαζει πατερα
8
ο πληθυνων τον πλουτον αυτου μετα τοκων και πλεονασμων τω ελεωντι πτωχους συναγει αυτον
9
ο εκκλινων το ους αυτου του μη εισακουσαι νομου και αυτος την προσευχην αυτου εβδελυκται
10
ος πλανα ευθεις εν οδω κακη εις διαφθοραν αυτος εμπεσειται οι δε ανομοι διελευσονται αγαθα και ουκ εισελευσονται εις αυτα
11
σοφος παρ' εαυτω ανηρ πλουσιος πενης δε νοημων καταγνωσεται αυτου
12
δια βοηθειαν δικαιων πολλη γινεται δοξα εν δε τοποις ασεβων αλισκονται ανθρωποι
13
ο επικαλυπτων ασεβειαν εαυτου ουκ ευοδωθησεται ο δε εξηγουμενος ελεγχους αγαπηθησεται
14
μακαριος ανηρ ος καταπτησσει παντα δι' ευλαβειαν ο δε σκληρος την καρδιαν εμπεσειται κακοις
15
λεων πεινων και λυκος διψων ος τυραννει πτωχος ων εθνους πενιχρου
16
βασιλευς ενδεης προσοδων μεγας συκοφαντης ο δε μισων αδικιαν μακρον χρονον ζησεται
17
ανδρα τον εν αιτια φονου ο εγγυωμενος φυγας εσται και ουκ εν ασφαλεια [17α] παιδευε υιον και αγαπησει σε και δωσει κοσμον τη ση ψυχη ου μη υπακουσης εθνει παρανομω
18
ο πορευομενος δικαιως βεβοηθηται ο δε σκολιαις οδοις πορευομενος εμπλακησεται
19
ο εργαζομενος την εαυτου γην πλησθησεται αρτων ο δε διωκων σχολην πλησθησεται πενιας
20
ανηρ αξιοπιστος πολλα ευλογηθησεται ο δε κακος ουκ ατιμωρητος εσται
21
ος ουκ αισχυνεται προσωπα δικαιων ουκ αγαθος ο τοιουτος ψωμου αρτου αποδωσεται ανδρα
22
σπευδει πλουτειν ανηρ βασκανος και ουκ οιδεν οτι ελεημων κρατησει αυτου
23
ο ελεγχων ανθρωπου οδους χαριτας εξει μαλλον του γλωσσοχαριτουντος
24
ος αποβαλλεται πατερα η μητερα και δοκει μη αμαρτανειν ουτος κοινωνος εστιν ανδρος ασεβους
25
απληστος ανηρ κρινει εικη ος δε πεποιθεν επι κυριον εν επιμελεια εσται
26
ος πεποιθεν θρασεια καρδια ο τοιουτος αφρων ος δε πορευεται σοφια σωθησεται
27
ος διδωσιν πτωχοις ουκ ενδεηθησεται ος δε αποστρεφει τον οφθαλμον αυτου εν πολλη απορια εσται
28
εν τοποις ασεβων στενουσι δικαιοι εν δε τη εκεινων απωλεια πληθυνθησονται δικαιοι