1
ακουσατε παιδες παιδειαν πατρος και προσεχετε γνωναι εννοιαν
2
δωρον γαρ αγαθον δωρουμαι υμιν τον εμον νομον μη εγκαταλιπητε
3
υιος γαρ εγενομην καγω πατρι υπηκοος και αγαπωμενος εν προσωπω μητρος
4
οι ελεγον και εδιδασκον με ερειδετω ο ημετερος λογος εις σην καρδιαν
5
φυλασσε εντολας μη επιλαθη μηδε παριδης ρησιν εμου στοματος
6
μηδε εγκαταλιπης αυτην και ανθεξεται σου ερασθητι αυτης και τηρησει σε
8
περιχαρακωσον αυτην και υψωσει σε τιμησον αυτην ινα σε περιλαβη
9
ινα δω τη ση κεφαλη στεφανον χαριτων στεφανω δε τρυφης υπερασπιση σου
10
ακουε υιε και δεξαι εμους λογους και πληθυνθησεται ετη ζωης σου ινα σοι γενωνται πολλαι οδοι βιου
11
οδους γαρ σοφιας διδασκω σε εμβιβαζω δε σε τροχιαις ορθαις
12
εαν γαρ πορευη ου συγκλεισθησεται σου τα διαβηματα εαν δε τρεχης ου κοπιασεις
13
επιλαβου εμης παιδειας μη αφης αλλα φυλαξον αυτην σεαυτω εις ζωην σου
14
οδους ασεβων μη επελθης μηδε ζηλωσης οδους παρανομων
15
εν ω αν τοπω στρατοπεδευσωσιν μη επελθης εκει εκκλινον δε απ' αυτων και παραλλαξον
16
ου γαρ μη υπνωσωσιν εαν μη κακοποιησωσιν αφηρηται ο υπνος αυτων και ου κοιμωνται
17
οιδε γαρ σιτουνται σιτα ασεβειας οινω δε παρανομω μεθυσκονται
18
αι δε οδοι των δικαιων ομοιως φωτι λαμπουσιν προπορευονται και φωτιζουσιν εως κατορθωση η ημερα
19
αι δε οδοι των ασεβων σκοτειναι ουκ οιδασιν πως προσκοπτουσιν
20
υιε εμη ρησει προσεχε τοις δε εμοις λογοις παραβαλε σον ους
21
οπως μη εκλιπωσιν σε αι πηγαι σου φυλασσε αυτας εν ση καρδια
22
ζωη γαρ εστιν τοις ευρισκουσιν αυτας και παση σαρκι ιασις
23
παση φυλακη τηρει σην καρδιαν εκ γαρ τουτων εξοδοι ζωης
24
περιελε σεαυτου σκολιον στομα και αδικα χειλη μακραν απο σου απωσαι
25
οι οφθαλμοι σου ορθα βλεπετωσαν τα δε βλεφαρα σου νευετω δικαια
26
ορθας τροχιας ποιει σοις ποσιν και τας οδους σου κατευθυνε
27
μη εκκλινης εις τα δεξια μηδε εις τα αριστερα αποστρεψον δε σον ποδα απο οδου κακης [27α] οδους γαρ τας εκ δεξιων οιδεν ο θεος διεστραμμεναι δε εισιν αι εξ αριστερων [27β] αυτος δε ορθας ποιησει τας τροχιας σου τας δε πορειας σου εν ειρηνη προαξει