1
υιε εμη σοφια προσεχε εμοις δε λογοις παραβαλλε σον ους
2
ινα φυλαξης εννοιαν αγαθην αισθησιν δε εμων χειλεων εντελλομαι σοι
3
μη προσεχε φαυλη γυναικι μελι γαρ αποσταζει απο χειλεων γυναικος πορνης η προς καιρον λιπαινει σον φαρυγγα
4
υστερον μεντοι πικροτερον χολης ευρησεις και ηκονημενον μαλλον μαχαιρας διστομου
5
της γαρ αφροσυνης οι ποδες καταγουσιν τους χρωμενους αυτη μετα θανατου εις τον αδην τα δε ιχνη αυτης ουκ ερειδεται
6
οδους γαρ ζωης ουκ επερχεται σφαλεραι δε αι τροχιαι αυτης και ουκ ευγνωστοι
7
νυν ουν υιε ακουε μου και μη ακυρους ποιησης εμους λογους
8
μακραν ποιησον απ' αυτης σην οδον μη εγγισης προς θυραις οικων αυτης
9
ινα μη προη αλλοις ζωην σου και σον βιον ανελεημοσιν
10
ινα μη πλησθωσιν αλλοτριοι σης ισχυος οι δε σοι πονοι εις οικους αλλοτριων εισελθωσιν
11
και μεταμεληθηση επ' εσχατων ηνικα αν κατατριβωσιν σαρκες σωματος σου
12
και ερεις πως εμισησα παιδειαν και ελεγχους εξεκλινεν η καρδια μου
13
ουκ ηκουον φωνην παιδευοντος με και διδασκοντος με ουδε παρεβαλλον το ους μου
14
παρ' ολιγον εγενομην εν παντι κακω εν μεσω εκκλησιας και συναγωγης
15
πινε υδατα απο σων αγγειων και απο σων φρεατων πηγης
16
μη υπερεκχεισθω σοι τα υδατα εκ της σης πηγης εις δε σας πλατειας διαπορευεσθω τα σα υδατα
17
εστω σοι μονω υπαρχοντα και μηδεις αλλοτριος μετασχετω σοι
18
η πηγη σου του υδατος εστω σοι ιδια και συνευφραινου μετα γυναικος της εκ νεοτητος σου
19
ελαφος φιλιας και πωλος σων χαριτων ομιλειτω σοι η δε ιδια ηγεισθω σου και συνεστω σοι εν παντι καιρω εν γαρ τη ταυτης φιλια συμπεριφερομενος πολλοστος εση
20
μη πολυς ισθι προς αλλοτριαν μηδε συνεχου αγκαλαις της μη ιδιας
21
ενωπιον γαρ εισιν των του θεου οφθαλμων οδοι ανδρος εις δε πασας τας τροχιας αυτου σκοπευει
22
παρανομιαι ανδρα αγρευουσιν σειραις δε των εαυτου αμαρτιων εκαστος σφιγγεται
23
ουτος τελευτα μετα απαιδευτων εκ δε πληθους της εαυτου βιοτητος εξερριφη και απωλετο δι' αφροσυνην