1
υιε εαν εγγυηση σον φιλον παραδωσεις σην χειρα εχθρω
2
παγις γαρ ισχυρα ανδρι τα ιδια χειλη και αλισκεται χειλεσιν ιδιου στοματος
3
ποιει υιε α εγω σοι εντελλομαι και σωζου ηκεις γαρ εις χειρας κακων δια σον φιλον ιθι μη εκλυομενος παροξυνε δε και τον φιλον σου ον ενεγυησω
4
μη δως υπνον σοις ομμασιν μηδε επινυσταξης σοις βλεφαροις
5
ινα σωζη ωσπερ δορκας εκ βροχων και ωσπερ ορνεον εκ παγιδος
6
ιθι προς τον μυρμηκα ω οκνηρε και ζηλωσον ιδων τας οδους αυτου και γενου εκεινου σοφωτερος
7
εκεινω γαρ γεωργιου μη υπαρχοντος μηδε τον αναγκαζοντα εχων μηδε υπο δεσποτην ων
8
ετοιμαζεται θερους την τροφην πολλην τε εν τω αμητω ποιειται την παραθεσιν [8α] η πορευθητι προς την μελισσαν και μαθε ως εργατις εστιν την τε εργασιαν ως σεμνην ποιειται [8β] ης τους πονους βασιλεις και ιδιωται προς υγιειαν προσφερονται ποθεινη δε εστιν πασιν και επιδοξος [8χ] καιπερ ουσα τη ρωμη ασθενης την σοφιαν τιμησασα προηχθη
9
εως τινος οκνηρε κατακεισαι ποτε δε εξ υπνου εγερθηση
10
ολιγον μεν υπνοις ολιγον δε καθησαι μικρον δε νυσταζεις ολιγον δε εναγκαλιζη χερσιν στηθη
11
ειτ' εμπαραγινεται σοι ωσπερ κακος οδοιπορος η πενια και η ενδεια ωσπερ αγαθος δρομευς [11α] εαν δε αοκνος ης ηξει ωσπερ πηγη ο αμητος σου η δε ενδεια ωσπερ κακος δρομευς απαυτομολησει
12
ανηρ αφρων και παρανομος πορευεται οδους ουκ αγαθας
13
ο δ' αυτος εννευει οφθαλμω σημαινει δε ποδι διδασκει δε εννευμασιν δακτυλων
14
διεστραμμενη δε καρδια τεκταινεται κακα εν παντι καιρω ο τοιουτος ταραχας συνιστησιν πολει
15
δια τουτο εξαπινης ερχεται η απωλεια αυτου διακοπη και συντριβη ανιατος
16
οτι χαιρει πασιν οις μισει ο κυριος συντριβεται δε δι' ακαθαρσιαν ψυχης
17
οφθαλμος υβριστου γλωσσα αδικος χειρες εκχεουσαι αιμα δικαιου
18
και καρδια τεκταινομενη λογισμους κακους και ποδες επισπευδοντες κακοποιειν
19
εκκαιει ψευδη μαρτυς αδικος και επιπεμπει κρισεις ανα μεσον αδελφων
20
υιε φυλασσε νομους πατρος σου και μη απωση θεσμους μητρος σου
21
αφαψαι δε αυτους επι ση ψυχη δια παντος και εγκλοιωσαι επι σω τραχηλω
22
ηνικα αν περιπατης επαγου αυτην και μετα σου εστω ως δ' αν καθευδης φυλασσετω σε ινα εγειρομενω συλλαλη σοι
23
οτι λυχνος εντολη νομου και φως και οδος ζωης ελεγχος και παιδεια
24
του διαφυλασσειν σε απο γυναικος υπανδρου και απο διαβολης γλωσσης αλλοτριας
25
μη σε νικηση καλλους επιθυμια μηδε αγρευθης σοις οφθαλμοις μηδε συναρπασθης απο των αυτης βλεφαρων
26
τιμη γαρ πορνης οση και ενος αρτου γυνη δε ανδρων τιμιας ψυχας αγρευει
27
αποδησει τις πυρ εν κολπω τα δε ιματια ου κατακαυσει
28
η περιπατησει τις επ' ανθρακων πυρος τους δε ποδας ου κατακαυσει
29
ουτως ο εισελθων προς γυναικα υπανδρον ουκ αθωωθησεται ουδε πας ο απτομενος αυτης
30
ου θαυμαστον εαν αλω τις κλεπτων κλεπτει γαρ ινα εμπληση την ψυχην πεινων
31
εαν δε αλω αποτεισει επταπλασια και παντα τα υπαρχοντα αυτου δους ρυσεται εαυτον
32
ο δε μοιχος δι' ενδειαν φρενων απωλειαν τη ψυχη αυτου περιποιειται
33
οδυνας τε και ατιμιας υποφερει το δε ονειδος αυτου ουκ εξαλειφθησεται εις τον αιωνα
34
μεστος γαρ ζηλου θυμος ανδρος αυτης ου φεισεται εν ημερα κρισεως
35
ουκ ανταλλαξεται ουδενος λυτρου την εχθραν ουδε μη διαλυθη πολλων δωρων