1
υιε φυλασσε εμους λογους τας δε εμας εντολας κρυψον παρα σεαυτω [1α] υιε τιμα τον κυριον και ισχυσεις πλην δε αυτου μη φοβου αλλον
2
φυλαξον εμας εντολας και βιωσεις τους δε εμους λογους ωσπερ κορας ομματων
3
περιθου δε αυτους σοις δακτυλοις επιγραψον δε επι το πλατος της καρδιας σου
4
ειπον την σοφιαν σην αδελφην ειναι την δε φρονησιν γνωριμον περιποιησαι σεαυτω
5
ινα σε τηρηση απο γυναικος αλλοτριας και πονηρας εαν σε λογοις τοις προς χαριν εμβαληται
6
απο γαρ θυριδος εκ του οικου αυτης εις τας πλατειας παρακυπτουσα
7
ον αν ιδη των αφρονων τεκνων νεανιαν ενδεη φρενων
8
παραπορευομενον παρα γωνιαν εν διοδοις οικων αυτης
9
και λαλουντα εν σκοτει εσπερινω ηνικα αν ησυχια νυκτερινη η και γνοφωδης
10
η δε γυνη συναντα αυτω ειδος εχουσα πορνικον η ποιει νεων εξιπτασθαι καρδιας
11
ανεπτερωμενη δε εστιν και ασωτος εν οικω δε ουχ ησυχαζουσιν οι ποδες αυτης
12
χρονον γαρ τινα εξω ρεμβεται χρονον δε εν πλατειαις παρα πασαν γωνιαν ενεδρευει
13
ειτα επιλαβομενη εφιλησεν αυτον αναιδει δε προσωπω προσειπεν αυτω
14
θυσια ειρηνικη μοι εστιν σημερον αποδιδωμι τας ευχας μου
15
ενεκα τουτου εξηλθον εις συναντησιν σοι ποθουσα το σον προσωπον ευρηκα σε
16
κειριαις τετακα την κλινην μου αμφιταποις δε εστρωκα τοις απ' αιγυπτου
17
διερραγκα την κοιτην μου κροκω τον δε οικον μου κινναμωμω
18
ελθε και απολαυσωμεν φιλιας εως ορθρου δευρο και εγκυλισθωμεν ερωτι
19
ου γαρ παρεστιν ο ανηρ μου εν οικω πεπορευται δε οδον μακραν
20
ενδεσμον αργυριου λαβων εν χειρι αυτου δι' ημερων πολλων επανηξει εις τον οικον αυτου
21
απεπλανησεν δε αυτον πολλη ομιλια βροχοις τε τοις απο χειλεων εξωκειλεν αυτον
22
ο δε επηκολουθησεν αυτη κεπφωθεις ωσπερ δε βους επι σφαγην αγεται και ωσπερ κυων επι δεσμους
23
η ως ελαφος τοξευματι πεπληγως εις το ηπαρ σπευδει δε ωσπερ ορνεον εις παγιδα ουκ ειδως οτι περι ψυχης τρεχει
24
νυν ουν υιε ακουε μου και προσεχε ρημασιν στοματος μου
25
μη εκκλινατω εις τας οδους αυτης η καρδια σου
26
πολλους γαρ τρωσασα καταβεβληκεν και αναριθμητοι εισιν ους πεφονευκεν
27
οδοι αδου ο οικος αυτης καταγουσαι εις τα ταμιεια του θανατου