1
συ την σοφιαν κηρυξεις ινα φρονησις σοι υπακουση
2
επι γαρ των υψηλων ακρων εστιν ανα μεσον δε των τριβων εστηκεν
3
παρα γαρ πυλαις δυναστων παρεδρευει εν δε εισοδοις υμνειται
4
υμας ω ανθρωποι παρακαλω και προιεμαι εμην φωνην υιοις ανθρωπων
5
νοησατε ακακοι πανουργιαν οι δε απαιδευτοι ενθεσθε καρδιαν
6
εισακουσατε μου σεμνα γαρ ερω και ανοισω απο χειλεων ορθα
7
οτι αληθειαν μελετησει ο φαρυγξ μου εβδελυγμενα δε εναντιον εμου χειλη ψευδη
8
μετα δικαιοσυνης παντα τα ρηματα του στοματος μου ουδεν εν αυτοις σκολιον ουδε στραγγαλωδες
9
παντα ενωπια τοις συνιουσιν και ορθα τοις ευρισκουσι γνωσιν
10
λαβετε παιδειαν και μη αργυριον και γνωσιν υπερ χρυσιον δεδοκιμασμενον ανθαιρεισθε δε αισθησιν χρυσιου καθαρου
11
κρεισσων γαρ σοφια λιθων πολυτελων παν δε τιμιον ουκ αξιον αυτης εστιν
12
εγω η σοφια κατεσκηνωσα βουλην και γνωσιν και εννοιαν εγω επεκαλεσαμην
13
φοβος κυριου μισει αδικιαν υβριν τε και υπερηφανιαν και οδους πονηρων μεμισηκα δε εγω διεστραμμενας οδους κακων
14
εμη βουλη και ασφαλεια εμη φρονησις εμη δε ισχυς
15
δι' εμου βασιλεις βασιλευουσιν και οι δυνασται γραφουσιν δικαιοσυνην
16
δι' εμου μεγιστανες μεγαλυνονται και τυραννοι δι' εμου κρατουσι γης
17
εγω τους εμε φιλουντας αγαπω οι δε εμε ζητουντες ευρησουσιν
18
πλουτος και δοξα εμοι υπαρχει και κτησις πολλων και δικαιοσυνη
19
βελτιον εμε καρπιζεσθαι υπερ χρυσιον και λιθον τιμιον τα δε εμα γενηματα κρεισσω αργυριου εκλεκτου
20
εν οδοις δικαιοσυνης περιπατω και ανα μεσον τριβων δικαιωματος αναστρεφομαι
21
ινα μερισω τοις εμε αγαπωσιν υπαρξιν και τους θησαυρους αυτων εμπλησω αγαθων [21α] εαν αναγγειλω υμιν τα καθ' ημεραν γινομενα μνημονευσω τα εξ αιωνος αριθμησαι
22
κυριος εκτισεν με αρχην οδων αυτου εις εργα αυτου
23
προ του αιωνος εθεμελιωσεν με εν αρχη
24
προ του την γην ποιησαι και προ του τας αβυσσους ποιησαι προ του προελθειν τας πηγας των υδατων
25
προ του ορη εδρασθηναι προ δε παντων βουνων γεννα με
26
κυριος εποιησεν χωρας και αοικητους και ακρα οικουμενα της υπ' ουρανον
27
ηνικα ητοιμαζεν τον ουρανον συμπαρημην αυτω και οτε αφωριζεν τον εαυτου θρονον επ' ανεμων
28
ηνικα ισχυρα εποιει τα ανω νεφη και ως ασφαλεις ετιθει πηγας της υπ' ουρανον
29
και ισχυρα εποιει τα θεμελια της γης
30
ημην παρ' αυτω αρμοζουσα εγω ημην η προσεχαιρεν καθ' ημεραν δε ευφραινομην εν προσωπω αυτου εν παντι καιρω
31
οτε ευφραινετο την οικουμενην συντελεσας και ενευφραινετο εν υιοις ανθρωπων
32
νυν ουν υιε ακουε μου
34
μακαριος ανηρ ος εισακουσεται μου και ανθρωπος ος τας εμας οδους φυλαξει αγρυπνων επ' εμαις θυραις καθ' ημεραν τηρων σταθμους εμων εισοδων
35
αι γαρ εξοδοι μου εξοδοι ζωης και ετοιμαζεται θελησις παρα κυριου
36
οι δε εις εμε αμαρτανοντες ασεβουσιν τας εαυτων ψυχας και οι μισουντες με αγαπωσιν θανατον