1
η σοφια ωκοδομησεν εαυτη οικον και υπηρεισεν στυλους επτα
2
εσφαξεν τα εαυτης θυματα εκερασεν εις κρατηρα τον εαυτης οινον και ητοιμασατο την εαυτης τραπεζαν
3
απεστειλεν τους εαυτης δουλους συγκαλουσα μετα υψηλου κηρυγματος επι κρατηρα λεγουσα
4
ος εστιν αφρων εκκλινατω προς με και τοις ενδεεσι φρενων ειπεν
5
ελθατε φαγετε των εμων αρτων και πιετε οινον ον εκερασα υμιν
6
απολειπετε αφροσυνην και ζησεσθε και ζητησατε φρονησιν ινα βιωσητε και κατορθωσατε εν γνωσει συνεσιν
7
ο παιδευων κακους λημψεται εαυτω ατιμιαν ελεγχων δε τον ασεβη μωμησεται εαυτον
8
μη ελεγχε κακους ινα μη μισωσιν σε ελεγχε σοφον και αγαπησει σε
9
διδου σοφω αφορμην και σοφωτερος εσται γνωριζε δικαιω και προσθησει του δεχεσθαι
10
αρχη σοφιας φοβος κυριου και βουλη αγιων συνεσις [10α] το γαρ γνωναι νομον διανοιας εστιν αγαθης
11
τουτω γαρ τω τροπω πολυν ζησεις χρονον και προστεθησεται σοι ετη ζωης σου
12
υιε εαν σοφος γενη σεαυτω σοφος εση και τοις πλησιον εαν δε κακος αποβης μονος αναντλησεις κακα [12α] ος ερειδεται επι ψευδεσιν ουτος ποιμανει ανεμους ο δ' αυτος διωξεται ορνεα πετομενα [12β] απελιπεν γαρ οδους του εαυτου αμπελωνος τους δε αξονας του ιδιου γεωργιου πεπλανηται [12χ] διαπορευεται δε δι' ανυδρου ερημου και γην διατεταγμενην εν διψωδεσιν συναγει δε χερσιν ακαρπιαν
13
γυνη αφρων και θρασεια ενδεης ψωμου γινεται η ουκ επισταται αισχυνην
14
εκαθισεν επι θυραις του εαυτης οικου επι διφρου εμφανως εν πλατειαις
15
προσκαλουμενη τους παριοντας και κατευθυνοντας εν ταις οδοις αυτων
16
ος εστιν υμων αφρονεστατος εκκλινατω προς με ενδεεσι δε φρονησεως παρακελευομαι λεγουσα
17
αρτων κρυφιων ηδεως αψασθε και υδατος κλοπης γλυκερου
18
ο δε ουκ οιδεν οτι γηγενεις παρ' αυτη ολλυνται και επι πετευρον αδου συναντα [18α] αλλα αποπηδησον μη εγχρονισης εν τω τοπω μηδε επιστησης το σον ομμα προς αυτην [18β] ουτως γαρ διαβηση υδωρ αλλοτριον και υπερβηση ποταμον αλλοτριον [18χ] απο δε υδατος αλλοτριου αποσχου και απο πηγης αλλοτριας μη πιης [18δ] ινα πολυν ζησης χρονον προστεθη δε σοι ετη ζωης