1
τω δαυιδ ψαλμος ελεος και κρισιν ασομαι σοι κυριε
2
ψαλω και συνησω εν οδω αμωμω ποτε ηξεις προς με διεπορευομην εν ακακια καρδιας μου εν μεσω του οικου μου
3
ου προεθεμην προ οφθαλμων μου πραγμα παρανομον ποιουντας παραβασεις εμισησα
4
ουκ εκολληθη μοι καρδια σκαμβη εκκλινοντος απ' εμου του πονηρου ουκ εγινωσκον
5
τον καταλαλουντα λαθρα του πλησιον αυτου τουτον εξεδιωκον υπερηφανω οφθαλμω και απληστω καρδια τουτω ου συνησθιον
6
οι οφθαλμοι μου επι τους πιστους της γης του συγκαθησθαι αυτους μετ' εμου πορευομενος εν οδω αμωμω ουτος μοι ελειτουργει
7
ου κατωκει εν μεσω της οικιας μου ποιων υπερηφανιαν λαλων αδικα ου κατευθυνεν εναντιον των οφθαλμων μου
8
εις τας πρωιας απεκτεννον παντας τους αμαρτωλους της γης του εξολεθρευσαι εκ πολεως κυριου παντας τους εργαζομενους την ανομιαν