1
προσευχη τω πτωχω οταν ακηδιαση και εναντιον κυριου εκχεη την δεησιν αυτου
2
εισακουσον κυριε της προσευχης μου και η κραυγη μου προς σε ελθατω
3
μη αποστρεψης το προσωπον σου απ' εμου εν η αν ημερα θλιβωμαι κλινον το ους σου προς με εν η αν ημερα επικαλεσωμαι σε ταχυ εισακουσον μου
4
οτι εξελιπον ωσει καπνος αι ημεραι μου και τα οστα μου ωσει φρυγιον συνεφρυγησαν
5
επληγη ωσει χορτος και εξηρανθη η καρδια μου οτι επελαθομην του φαγειν τον αρτον μου
6
απο φωνης του στεναγμου μου εκολληθη το οστουν μου τη σαρκι μου
7
ωμοιωθην πελεκανι ερημικω εγενηθην ωσει νυκτικοραξ εν οικοπεδω
8
ηγρυπνησα και εγενηθην ωσει στρουθιον μοναζον επι δωματι
9
ολην την ημεραν ωνειδιζον με οι εχθροι μου και οι επαινουντες με κατ' εμου ωμνυον
10
οτι σποδον ωσει αρτον εφαγον και το πομα μου μετα κλαυθμου εκιρνων
11
απο προσωπου της οργης σου και του θυμου σου οτι επαρας κατερραξας με
12
αι ημεραι μου ωσει σκια εκλιθησαν και εγω ωσει χορτος εξηρανθην
13
συ δε κυριε εις τον αιωνα μενεις και το μνημοσυνον σου εις γενεαν και γενεαν
14
συ αναστας οικτιρησεις την σιων οτι καιρος του οικτιρησαι αυτην οτι ηκει καιρος
15
οτι ευδοκησαν οι δουλοι σου τους λιθους αυτης και τον χουν αυτης οικτιρησουσιν
16
και φοβηθησονται τα εθνη το ονομα κυριου και παντες οι βασιλεις της γης την δοξαν σου
17
οτι οικοδομησει κυριος την σιων και οφθησεται εν τη δοξη αυτου
18
επεβλεψεν επι την προσευχην των ταπεινων και ουκ εξουδενωσεν την δεησιν αυτων
19
γραφητω αυτη εις γενεαν ετεραν και λαος ο κτιζομενος αινεσει τον κυριον
20
οτι εξεκυψεν εξ υψους αγιου αυτου κυριος εξ ουρανου επι την γην επεβλεψεν
21
του ακουσαι τον στεναγμον των πεπεδημενων του λυσαι τους υιους των τεθανατωμενων
22
του αναγγειλαι εν σιων το ονομα κυριου και την αινεσιν αυτου εν ιερουσαλημ
23
εν τω συναχθηναι λαους επι το αυτο και βασιλειας του δουλευειν τω κυριω
24
απεκριθη αυτω εν οδω ισχυος αυτου την ολιγοτητα των ημερων μου αναγγειλον μοι
25
μη αναγαγης με εν ημισει ημερων μου εν γενεα γενεων τα ετη σου
26
κατ' αρχας συ κυριε την γην εθεμελιωσας και εργα των χειρων σου εισιν οι ουρανοι
27
αυτοι απολουνται συ δε διαμενεις και παντες ως ιματιον παλαιωθησονται και ωσει περιβολαιον αλλαξεις αυτους και αλλαγησονται
28
συ δε ο αυτος ει και τα ετη σου ουκ εκλειψουσιν
29
οι υιοι των δουλων σου κατασκηνωσουσιν και το σπερμα αυτων εις τον αιωνα κατευθυνθησεται