1
τω δαυιδ ευλογει η ψυχη μου τον κυριον και παντα τα εντος μου το ονομα το αγιον αυτου
2
ευλογει η ψυχη μου τον κυριον και μη επιλανθανου πασας τας ανταποδοσεις αυτου
3
τον ευιλατευοντα πασαις ταις ανομιαις σου τον ιωμενον πασας τας νοσους σου
4
τον λυτρουμενον εκ φθορας την ζωην σου τον στεφανουντα σε εν ελεει και οικτιρμοις
5
τον εμπιπλωντα εν αγαθοις την επιθυμιαν σου ανακαινισθησεται ως αετου η νεοτης σου
6
ποιων ελεημοσυνας ο κυριος και κριμα πασι τοις αδικουμενοις
7
εγνωρισεν τας οδους αυτου τω μωυση τοις υιοις ισραηλ τα θεληματα αυτου
8
οικτιρμων και ελεημων ο κυριος μακροθυμος και πολυελεος
9
ουκ εις τελος οργισθησεται ουδε εις τον αιωνα μηνιει
10
ου κατα τας αμαρτιας ημων εποιησεν ημιν ουδε κατα τας ανομιας ημων ανταπεδωκεν ημιν
11
οτι κατα το υψος του ουρανου απο της γης εκραταιωσεν κυριος το ελεος αυτου επι τους φοβουμενους αυτον
12
καθ' οσον απεχουσιν ανατολαι απο δυσμων εμακρυνεν αφ' ημων τας ανομιας ημων
13
καθως οικτιρει πατηρ υιους οικτιρησεν κυριος τους φοβουμενους αυτον
14
οτι αυτος εγνω το πλασμα ημων μνησθητι οτι χους εσμεν
15
ανθρωπος ωσει χορτος αι ημεραι αυτου ωσει ανθος του αγρου ουτως εξανθησει
16
οτι πνευμα διηλθεν εν αυτω και ουχ υπαρξει και ουκ επιγνωσεται ετι τον τοπον αυτου
17
το δε ελεος του κυριου απο του αιωνος και εως του αιωνος επι τους φοβουμενους αυτον και η δικαιοσυνη αυτου επι υιους υιων
18
τοις φυλασσουσιν την διαθηκην αυτου και μεμνημενοις των εντολων αυτου του ποιησαι αυτας
19
κυριος εν τω ουρανω ητοιμασεν τον θρονον αυτου και η βασιλεια αυτου παντων δεσποζει
20
ευλογειτε τον κυριον παντες οι αγγελοι αυτου δυνατοι ισχυι ποιουντες τον λογον αυτου του ακουσαι της φωνης των λογων αυτου
21
ευλογειτε τον κυριον πασαι αι δυναμεις αυτου λειτουργοι αυτου ποιουντες το θελημα αυτου
22
ευλογειτε τον κυριον παντα τα εργα αυτου εν παντι τοπω της δεσποτειας αυτου ευλογει η ψυχη μου τον κυριον