1
τω δαυιδ ευλογει η ψυχη μου τον κυριον κυριε ο θεος μου εμεγαλυνθης σφοδρα εξομολογησιν και ευπρεπειαν ενεδυσω
2
αναβαλλομενος φως ως ιματιον εκτεινων τον ουρανον ωσει δερριν
3
ο στεγαζων εν υδασιν τα υπερωα αυτου ο τιθεις νεφη την επιβασιν αυτου ο περιπατων επι πτερυγων ανεμων
4
ο ποιων τους αγγελους αυτου πνευματα και τους λειτουργους αυτου πυρ φλεγον
5
εθεμελιωσεν την γην επι την ασφαλειαν αυτης ου κλιθησεται εις τον αιωνα του αιωνος
6
αβυσσος ως ιματιον το περιβολαιον αυτου επι των ορεων στησονται υδατα
7
απο επιτιμησεως σου φευξονται απο φωνης βροντης σου δειλιασουσιν
8
αναβαινουσιν ορη και καταβαινουσιν πεδια εις τοπον ον εθεμελιωσας αυτοις
9
οριον εθου ο ου παρελευσονται ουδε επιστρεψουσιν καλυψαι την γην
10
ο εξαποστελλων πηγας εν φαραγξιν ανα μεσον των ορεων διελευσονται υδατα
11
ποτιουσιν παντα τα θηρια του αγρου προσδεξονται οναγροι εις διψαν αυτων
12
επ' αυτα τα πετεινα του ουρανου κατασκηνωσει εκ μεσου των πετρων δωσουσιν φωνην
13
ποτιζων ορη εκ των υπερωων αυτου απο καρπου των εργων σου χορτασθησεται η γη
14
εξανατελλων χορτον τοις κτηνεσιν και χλοην τη δουλεια των ανθρωπων του εξαγαγειν αρτον εκ της γης
15
και οινος ευφραινει καρδιαν ανθρωπου του ιλαρυναι προσωπον εν ελαιω και αρτος καρδιαν ανθρωπου στηριζει
16
χορτασθησεται τα ξυλα του πεδιου αι κεδροι του λιβανου ας εφυτευσεν
17
εκει στρουθια εννοσσευσουσιν του ερωδιου η οικια ηγειται αυτων
18
ορη τα υψηλα ταις ελαφοις πετρα καταφυγη τοις χοιρογρυλλιοις
19
εποιησεν σεληνην εις καιρους ο ηλιος εγνω την δυσιν αυτου
20
εθου σκοτος και εγενετο νυξ εν αυτη διελευσονται παντα τα θηρια του δρυμου
21
σκυμνοι ωρυομενοι αρπασαι και ζητησαι παρα του θεου βρωσιν αυτοις
22
ανετειλεν ο ηλιος και συνηχθησαν και εν ταις μανδραις αυτων κοιτασθησονται
23
εξελευσεται ανθρωπος επι το εργον αυτου και επι την εργασιαν αυτου εως εσπερας
24
ως εμεγαλυνθη τα εργα σου κυριε παντα εν σοφια εποιησας επληρωθη η γη της κτησεως σου
25
αυτη η θαλασσα η μεγαλη και ευρυχωρος εκει ερπετα ων ουκ εστιν αριθμος ζωα μικρα μετα μεγαλων
26
εκει πλοια διαπορευονται δρακων ουτος ον επλασας εμπαιζειν αυτω
27
παντα προς σε προσδοκωσιν δουναι την τροφην αυτοις ευκαιρον
28
δοντος σου αυτοις συλλεξουσιν ανοιξαντος δε σου την χειρα τα συμπαντα πλησθησονται χρηστοτητος
29
αποστρεψαντος δε σου το προσωπον ταραχθησονται αντανελεις το πνευμα αυτων και εκλειψουσιν και εις τον χουν αυτων επιστρεψουσιν
30
εξαποστελεις το πνευμα σου και κτισθησονται και ανακαινιεις το προσωπον της γης
31
ητω η δοξα κυριου εις τον αιωνα ευφρανθησεται κυριος επι τοις εργοις αυτου
32
ο επιβλεπων επι την γην και ποιων αυτην τρεμειν ο απτομενος των ορεων και καπνιζονται
33
ασω τω κυριω εν τη ζωη μου ψαλω τω θεω μου εως υπαρχω
34
ηδυνθειη αυτω η διαλογη μου εγω δε ευφρανθησομαι επι τω κυριω
35
εκλιποισαν αμαρτωλοι απο της γης και ανομοι ωστε μη υπαρχειν αυτους ευλογει η ψυχη μου τον κυριον