1
αλληλουια εξομολογεισθε τω κυριω και επικαλεισθε το ονομα αυτου απαγγειλατε εν τοις εθνεσιν τα εργα αυτου
2
ασατε αυτω και ψαλατε αυτω διηγησασθε παντα τα θαυμασια αυτου
3
επαινεισθε εν τω ονοματι τω αγιω αυτου ευφρανθητω καρδια ζητουντων τον κυριον
4
ζητησατε τον κυριον και κραταιωθητε ζητησατε το προσωπον αυτου δια παντος
5
μνησθητε των θαυμασιων αυτου ων εποιησεν τα τερατα αυτου και τα κριματα του στοματος αυτου
6
σπερμα αβρααμ δουλοι αυτου υιοι ιακωβ εκλεκτοι αυτου
7
αυτος κυριος ο θεος ημων εν παση τη γη τα κριματα αυτου
8
εμνησθη εις τον αιωνα διαθηκης αυτου λογου ου ενετειλατο εις χιλιας γενεας
9
ον διεθετο τω αβρααμ και του ορκου αυτου τω ισαακ
10
και εστησεν αυτην τω ιακωβ εις προσταγμα και τω ισραηλ διαθηκην αιωνιον
11
λεγων σοι δωσω την γην χανααν σχοινισμα κληρονομιας υμων
12
εν τω ειναι αυτους αριθμω βραχεις ολιγοστους και παροικους εν αυτη
13
και διηλθον εξ εθνους εις εθνος εκ βασιλειας εις λαον ετερον
14
ουκ αφηκεν ανθρωπον αδικησαι αυτους και ηλεγξεν υπερ αυτων βασιλεις
15
μη απτεσθε των χριστων μου και εν τοις προφηταις μου μη πονηρευεσθε
16
και εκαλεσεν λιμον επι την γην παν στηριγμα αρτου συνετριψεν
17
απεστειλεν εμπροσθεν αυτων ανθρωπον εις δουλον επραθη ιωσηφ
18
εταπεινωσαν εν πεδαις τους ποδας αυτου σιδηρον διηλθεν η ψυχη αυτου
19
μεχρι του ελθειν τον λογον αυτου το λογιον κυριου επυρωσεν αυτον
20
απεστειλεν βασιλευς και ελυσεν αυτον αρχων λαων και αφηκεν αυτον
21
κατεστησεν αυτον κυριον του οικου αυτου και αρχοντα πασης της κτησεως αυτου
22
του παιδευσαι τους αρχοντας αυτου ως εαυτον και τους πρεσβυτερους αυτου σοφισαι
23
και εισηλθεν ισραηλ εις αιγυπτον και ιακωβ παρωκησεν εν γη χαμ
24
και ηυξησεν τον λαον αυτου σφοδρα και εκραταιωσεν αυτον υπερ τους εχθρους αυτου
25
μετεστρεψεν την καρδιαν αυτων του μισησαι τον λαον αυτου του δολιουσθαι εν τοις δουλοις αυτου
26
εξαπεστειλεν μωυσην τον δουλον αυτου ααρων ον εξελεξατο αυτον
27
εθετο εν αυτοις τους λογους των σημειων αυτου και των τερατων εν γη χαμ
28
εξαπεστειλεν σκοτος και εσκοτασεν και παρεπικραναν τους λογους αυτου
29
μετεστρεψεν τα υδατα αυτων εις αιμα και απεκτεινεν τους ιχθυας αυτων
30
εξηρψεν η γη αυτων βατραχους εν τοις ταμιειοις των βασιλεων αυτων
31
ειπεν και ηλθεν κυνομυια και σκνιπες εν πασι τοις οριοις αυτων
32
εθετο τας βροχας αυτων χαλαζαν πυρ καταφλεγον εν τη γη αυτων
33
και επαταξεν τας αμπελους αυτων και τας συκας αυτων και συνετριψεν παν ξυλον οριου αυτων
34
ειπεν και ηλθεν ακρις και βρουχος ου ουκ ην αριθμος
35
και κατεφαγεν παντα τον χορτον εν τη γη αυτων και κατεφαγεν τον καρπον της γης αυτων
36
και επαταξεν παν πρωτοτοκον εν τη γη αυτων απαρχην παντος πονου αυτων
37
και εξηγαγεν αυτους εν αργυριω και χρυσιω και ουκ ην εν ταις φυλαις αυτων ασθενων
38
ευφρανθη αιγυπτος εν τη εξοδω αυτων οτι επεπεσεν ο φοβος αυτων επ' αυτους
39
διεπετασεν νεφελην εις σκεπην αυτοις και πυρ του φωτισαι αυτοις την νυκτα
40
ητησαν και ηλθεν ορτυγομητρα και αρτον ουρανου ενεπλησεν αυτους
41
διερρηξεν πετραν και ερρυησαν υδατα επορευθησαν εν ανυδροις ποταμοι
42
οτι εμνησθη του λογου του αγιου αυτου του προς αβρααμ τον δουλον αυτου
43
και εξηγαγεν τον λαον αυτου εν αγαλλιασει και τους εκλεκτους αυτου εν ευφροσυνη
44
και εδωκεν αυτοις χωρας εθνων και πονους λαων εκληρονομησαν
45
οπως αν φυλαξωσιν τα δικαιωματα αυτου και τον νομον αυτου εκζητησωσιν