1
αλληλουια εξομολογεισθε τω κυριω οτι χρηστος οτι εις τον αιωνα το ελεος αυτου
2
τις λαλησει τας δυναστειας του κυριου ακουστας ποιησει πασας τας αινεσεις αυτου
3
μακαριοι οι φυλασσοντες κρισιν και ποιουντες δικαιοσυνην εν παντι καιρω
4
μνησθητι ημων κυριε εν τη ευδοκια του λαου σου επισκεψαι ημας εν τω σωτηριω σου
5
του ιδειν εν τη χρηστοτητι των εκλεκτων σου του ευφρανθηναι εν τη ευφροσυνη του εθνους σου του επαινεισθαι μετα της κληρονομιας σου
6
ημαρτομεν μετα των πατερων ημων ηνομησαμεν ηδικησαμεν
7
οι πατερες ημων εν αιγυπτω ου συνηκαν τα θαυμασια σου ουκ εμνησθησαν του πληθους του ελεους σου και παρεπικραναν αναβαινοντες εν τη ερυθρα θαλασση
8
και εσωσεν αυτους ενεκεν του ονοματος αυτου του γνωρισαι την δυναστειαν αυτου
9
και επετιμησεν τη ερυθρα θαλασση και εξηρανθη και ωδηγησεν αυτους εν αβυσσω ως εν ερημω
10
και εσωσεν αυτους εκ χειρος μισουντων και ελυτρωσατο αυτους εκ χειρος εχθρου
11
και εκαλυψεν υδωρ τους θλιβοντας αυτους εις εξ αυτων ουχ υπελειφθη
12
και επιστευσαν εν τοις λογοις αυτου και ησαν την αινεσιν αυτου
13
εταχυναν επελαθοντο των εργων αυτου ουχ υπεμειναν την βουλην αυτου
14
και επεθυμησαν επιθυμιαν εν τη ερημω και επειρασαν τον θεον εν ανυδρω
15
και εδωκεν αυτοις το αιτημα αυτων και εξαπεστειλεν πλησμονην εις τας ψυχας αυτων
16
και παρωργισαν μωυσην εν τη παρεμβολη και ααρων τον αγιον κυριου
17
ηνοιχθη η γη και κατεπιεν δαθαν και εκαλυψεν επι την συναγωγην αβιρων
18
και εξεκαυθη πυρ εν τη συναγωγη αυτων φλοξ κατεφλεξεν αμαρτωλους
19
και εποιησαν μοσχον εν χωρηβ και προσεκυνησαν τω γλυπτω
20
και ηλλαξαντο την δοξαν αυτων εν ομοιωματι μοσχου εσθοντος χορτον
21
επελαθοντο του θεου του σωζοντος αυτους του ποιησαντος μεγαλα εν αιγυπτω
22
θαυμαστα εν γη χαμ φοβερα επι θαλασσης ερυθρας
23
και ειπεν του εξολεθρευσαι αυτους ει μη μωυσης ο εκλεκτος αυτου εστη εν τη θραυσει ενωπιον αυτου του αποστρεψαι την οργην αυτου του μη εξολεθρευσαι
24
και εξουδενωσαν γην επιθυμητην ουκ επιστευσαν τω λογω αυτου
25
και εγογγυσαν εν τοις σκηνωμασιν αυτων ουκ εισηκουσαν της φωνης κυριου
26
και επηρεν την χειρα αυτου αυτοις του καταβαλειν αυτους εν τη ερημω
27
και του καταβαλειν το σπερμα αυτων εν τοις εθνεσιν και διασκορπισαι αυτους εν ταις χωραις
28
και ετελεσθησαν τω βεελφεγωρ και εφαγον θυσιας νεκρων
29
και παρωξυναν αυτον εν τοις επιτηδευμασιν αυτων και επληθυνθη εν αυτοις η πτωσις
30
και εστη φινεες και εξιλασατο και εκοπασεν η θραυσις
31
και ελογισθη αυτω εις δικαιοσυνην εις γενεαν και γενεαν εως του αιωνος
32
και παρωργισαν αυτον εφ' υδατος αντιλογιας και εκακωθη μωυσης δι' αυτους
33
οτι παρεπικραναν το πνευμα αυτου και διεστειλεν εν τοις χειλεσιν αυτου
34
ουκ εξωλεθρευσαν τα εθνη α ειπεν κυριος αυτοις
35
και εμιγησαν εν τοις εθνεσιν και εμαθον τα εργα αυτων
36
και εδουλευσαν τοις γλυπτοις αυτων και εγενηθη αυτοις εις σκανδαλον
37
και εθυσαν τους υιους αυτων και τας θυγατερας αυτων τοις δαιμονιοις
38
και εξεχεαν αιμα αθωον αιμα υιων αυτων και θυγατερων ων εθυσαν τοις γλυπτοις χανααν και εφονοκτονηθη η γη εν τοις αιμασιν
39
και εμιανθη εν τοις εργοις αυτων και επορνευσαν εν τοις επιτηδευμασιν αυτων
40
και ωργισθη θυμω κυριος επι τον λαον αυτου και εβδελυξατο την κληρονομιαν αυτου
41
και παρεδωκεν αυτους εις χειρας εθνων και εκυριευσαν αυτων οι μισουντες αυτους
42
και εθλιψαν αυτους οι εχθροι αυτων και εταπεινωθησαν υπο τας χειρας αυτων
43
πλεονακις ερρυσατο αυτους αυτοι δε παρεπικραναν αυτον εν τη βουλη αυτων και εταπεινωθησαν εν ταις ανομιαις αυτων
44
και ειδεν εν τω θλιβεσθαι αυτους εν τω αυτον εισακουσαι της δεησεως αυτων
45
και εμνησθη της διαθηκης αυτου και μετεμεληθη κατα το πληθος του ελεους αυτου
46
και εδωκεν αυτους εις οικτιρμους εναντιον παντων των αιχμαλωτισαντων αυτους
47
σωσον ημας κυριε ο θεος ημων και επισυναγαγε ημας εκ των εθνων του εξομολογησασθαι τω ονοματι τω αγιω σου του εγκαυχασθαι εν τη αινεσει σου
48
ευλογητος κυριος ο θεος ισραηλ απο του αιωνος και εως του αιωνος και ερει πας ο λαος γενοιτο γενοιτο