1
αλληλουια εξομολογεισθε τω κυριω οτι χρηστος οτι εις τον αιωνα το ελεος αυτου
2
ειπατωσαν οι λελυτρωμενοι υπο κυριου ους ελυτρωσατο εκ χειρος εχθρου
3
εκ των χωρων συνηγαγεν αυτους απο ανατολων και δυσμων και βορρα και θαλασσης
4
επλανηθησαν εν τη ερημω εν ανυδρω οδον πολεως κατοικητηριου ουχ ευρον
5
πεινωντες και διψωντες η ψυχη αυτων εν αυτοις εξελιπεν
6
και εκεκραξαν προς κυριον εν τω θλιβεσθαι αυτους και εκ των αναγκων αυτων ερρυσατο αυτους
7
και ωδηγησεν αυτους εις οδον ευθειαν του πορευθηναι εις πολιν κατοικητηριου
8
εξομολογησασθωσαν τω κυριω τα ελεη αυτου και τα θαυμασια αυτου τοις υιοις των ανθρωπων
9
οτι εχορτασεν ψυχην κενην και ψυχην πεινωσαν ενεπλησεν αγαθων
10
καθημενους εν σκοτει και σκια θανατου πεπεδημενους εν πτωχεια και σιδηρω
11
οτι παρεπικραναν τα λογια του θεου και την βουλην του υψιστου παρωξυναν
12
και εταπεινωθη εν κοποις η καρδια αυτων ησθενησαν και ουκ ην ο βοηθων
13
και εκεκραξαν προς κυριον εν τω θλιβεσθαι αυτους και εκ των αναγκων αυτων εσωσεν αυτους
14
και εξηγαγεν αυτους εκ σκοτους και σκιας θανατου και τους δεσμους αυτων διερρηξεν
15
εξομολογησασθωσαν τω κυριω τα ελεη αυτου και τα θαυμασια αυτου τοις υιοις των ανθρωπων
16
οτι συνετριψεν πυλας χαλκας και μοχλους σιδηρους συνεκλασεν
17
αντελαβετο αυτων εξ οδου ανομιας αυτων δια γαρ τας ανομιας αυτων εταπεινωθησαν
18
παν βρωμα εβδελυξατο η ψυχη αυτων και ηγγισαν εως των πυλων του θανατου
19
και εκεκραξαν προς κυριον εν τω θλιβεσθαι αυτους και εκ των αναγκων αυτων εσωσεν αυτους
20
απεστειλεν τον λογον αυτου και ιασατο αυτους και ερρυσατο αυτους εκ των διαφθορων αυτων
21
εξομολογησασθωσαν τω κυριω τα ελεη αυτου και τα θαυμασια αυτου τοις υιοις των ανθρωπων
22
και θυσατωσαν θυσιαν αινεσεως και εξαγγειλατωσαν τα εργα αυτου εν αγαλλιασει
23
οι καταβαινοντες εις την θαλασσαν εν πλοιοις ποιουντες εργασιαν εν υδασι πολλοις
24
αυτοι ειδοσαν τα εργα κυριου και τα θαυμασια αυτου εν τω βυθω
25
ειπεν και εστη πνευμα καταιγιδος και υψωθη τα κυματα αυτης
26
αναβαινουσιν εως των ουρανων και καταβαινουσιν εως των αβυσσων η ψυχη αυτων εν κακοις ετηκετο
27
εταραχθησαν εσαλευθησαν ως ο μεθυων και πασα η σοφια αυτων κατεποθη
28
και εκεκραξαν προς κυριον εν τω θλιβεσθαι αυτους και εκ των αναγκων αυτων εξηγαγεν αυτους
29
και επεταξεν τη καταιγιδι και εστη εις αυραν και εσιγησαν τα κυματα αυτης
30
και ευφρανθησαν οτι ησυχασαν και ωδηγησεν αυτους επι λιμενα θεληματος αυτων
31
εξομολογησασθωσαν τω κυριω τα ελεη αυτου και τα θαυμασια αυτου τοις υιοις των ανθρωπων
32
υψωσατωσαν αυτον εν εκκλησια λαου και εν καθεδρα πρεσβυτερων αινεσατωσαν αυτον
33
εθετο ποταμους εις ερημον και διεξοδους υδατων εις διψαν
34
γην καρποφορον εις αλμην απο κακιας των κατοικουντων εν αυτη
35
εθετο ερημον εις λιμνας υδατων και γην ανυδρον εις διεξοδους υδατων
36
και κατωκισεν εκει πεινωντας και συνεστησαντο πολιν κατοικεσιας
37
και εσπειραν αγρους και εφυτευσαν αμπελωνας και εποιησαν καρπον γενηματος
38
και ευλογησεν αυτους και επληθυνθησαν σφοδρα και τα κτηνη αυτων ουκ εσμικρυνεν
39
και ωλιγωθησαν και εκακωθησαν απο θλιψεως κακων και οδυνης
40
εξεχυθη εξουδενωσις επ' αρχοντας και επλανησεν αυτους εν αβατω και ουχ οδω
41
και εβοηθησεν πενητι εκ πτωχειας και εθετο ως προβατα πατριας
42
οψονται ευθεις και ευφρανθησονται και πασα ανομια εμφραξει το στομα αυτης
43
τις σοφος και φυλαξει ταυτα και συνησουσιν τα ελεη του κυριου