1
ωδη ψαλμου τω δαυιδ
2
ετοιμη η καρδια μου ο θεος ετοιμη η καρδια μου ασομαι και ψαλω εν τη δοξη μου
3
εξεγερθητι ψαλτηριον και κιθαρα εξεγερθησομαι ορθρου
4
εξομολογησομαι σοι εν λαοις κυριε και ψαλω σοι εν εθνεσιν
5
οτι μεγα επανω των ουρανων το ελεος σου και εως των νεφελων η αληθεια σου
6
υψωθητι επι τους ουρανους ο θεος και επι πασαν την γην η δοξα σου
7
οπως αν ρυσθωσιν οι αγαπητοι σου σωσον τη δεξια σου και επακουσον μου
8
ο θεος ελαλησεν εν τω αγιω αυτου υψωθησομαι και διαμεριω σικιμα και την κοιλαδα των σκηνων διαμετρησω
9
εμος εστιν γαλααδ και εμος εστιν μανασση και εφραιμ αντιλημψις της κεφαλης μου ιουδας βασιλευς μου
10
μωαβ λεβης της ελπιδος μου επι την ιδουμαιαν εκτενω το υποδημα μου εμοι αλλοφυλοι υπεταγησαν
11
τις απαξει με εις πολιν περιοχης τις οδηγησει με εως της ιδουμαιας
12
ουχι συ ο θεος ο απωσαμενος ημας και ουκ εξελευση ο θεος εν ταις δυναμεσιν ημων
13
δος ημιν βοηθειαν εκ θλιψεως και ματαια σωτηρια ανθρωπου
14
εν τω θεω ποιησομεν δυναμιν και αυτος εξουδενωσει τους εχθρους ημων