1
εις το τελος τω δαυιδ ψαλμος ο θεος την αινεσιν μου μη παρασιωπησης
2
οτι στομα αμαρτωλου και στομα δολιου επ' εμε ηνοιχθη ελαλησαν κατ' εμου γλωσση δολια
3
και λογοις μισους εκυκλωσαν με και επολεμησαν με δωρεαν
4
αντι του αγαπαν με ενδιεβαλλον με εγω δε προσευχομην
5
και εθεντο κατ' εμου κακα αντι αγαθων και μισος αντι της αγαπησεως μου
6
καταστησον επ' αυτον αμαρτωλον και διαβολος στητω εκ δεξιων αυτου
7
εν τω κρινεσθαι αυτον εξελθοι καταδεδικασμενος και η προσευχη αυτου γενεσθω εις αμαρτιαν
8
γενηθητωσαν αι ημεραι αυτου ολιγαι και την επισκοπην αυτου λαβοι ετερος
9
γενηθητωσαν οι υιοι αυτου ορφανοι και η γυνη αυτου χηρα
10
σαλευομενοι μεταναστητωσαν οι υιοι αυτου και επαιτησατωσαν εκβληθητωσαν εκ των οικοπεδων αυτων
11
εξερευνησατω δανειστης παντα οσα υπαρχει αυτω διαρπασατωσαν αλλοτριοι τους πονους αυτου
12
μη υπαρξατω αυτω αντιλημπτωρ μηδε γενηθητω οικτιρμων τοις ορφανοις αυτου
13
γενηθητω τα τεκνα αυτου εις εξολεθρευσιν εν γενεα μια εξαλειφθητω το ονομα αυτου
14
αναμνησθειη η ανομια των πατερων αυτου εναντι κυριου και η αμαρτια της μητρος αυτου μη εξαλειφθειη
15
γενηθητωσαν εναντι κυριου δια παντος και εξολεθρευθειη εκ γης το μνημοσυνον αυτων
16
ανθ' ων ουκ εμνησθη του ποιησαι ελεος και κατεδιωξεν ανθρωπον πενητα και πτωχον και κατανενυγμενον τη καρδια του θανατωσαι
17
και ηγαπησεν καταραν και ηξει αυτω και ουκ ηθελησεν ευλογιαν και μακρυνθησεται απ' αυτου
18
και ενεδυσατο καταραν ως ιματιον και εισηλθεν ως υδωρ εις τα εγκατα αυτου και ωσει ελαιον εν τοις οστεοις αυτου
19
γενηθητω αυτω ως ιματιον ο περιβαλλεται και ωσει ζωνη ην δια παντος περιζωννυται
20
τουτο το εργον των ενδιαβαλλοντων με παρα κυριου και των λαλουντων πονηρα κατα της ψυχης μου
21
και συ κυριε κυριε ποιησον μετ' εμου ελεος ενεκεν του ονοματος σου οτι χρηστον το ελεος σου
22
ρυσαι με οτι πτωχος και πενης εγω ειμι και η καρδια μου τεταρακται εντος μου
23
ωσει σκια εν τω εκκλιναι αυτην αντανηρεθην εξετιναχθην ωσει ακριδες
24
τα γονατα μου ησθενησαν απο νηστειας και η σαρξ μου ηλλοιωθη δι' ελαιον
25
και εγω εγενηθην ονειδος αυτοις ειδοσαν με εσαλευσαν κεφαλας αυτων
26
βοηθησον μοι κυριε ο θεος μου σωσον με κατα το ελεος σου
27
και γνωτωσαν οτι η χειρ σου αυτη και συ κυριε εποιησας αυτην
28
καταρασονται αυτοι και συ ευλογησεις οι επανιστανομενοι μοι αισχυνθητωσαν ο δε δουλος σου ευφρανθησεται
29
ενδυσασθωσαν οι ενδιαβαλλοντες με εντροπην και περιβαλεσθωσαν ωσει διπλοιδα αισχυνην αυτων
30
εξομολογησομαι τω κυριω σφοδρα εν τω στοματι μου και εν μεσω πολλων αινεσω αυτον
31
οτι παρεστη εκ δεξιων πενητος του σωσαι εκ των καταδιωκοντων την ψυχην μου