1
τω δαυιδ ψαλμος ειπεν ο κυριος τω κυριω μου καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου
2
ραβδον δυναμεως σου εξαποστελει κυριος εκ σιων και κατακυριευε εν μεσω των εχθρων σου
3
μετα σου η αρχη εν ημερα της δυναμεως σου εν ταις λαμπροτησιν των αγιων εκ γαστρος προ εωσφορου εξεγεννησα σε
4
ωμοσεν κυριος και ου μεταμεληθησεται συ ει ιερευς εις τον αιωνα κατα την ταξιν μελχισεδεκ
5
κυριος εκ δεξιων σου συνεθλασεν εν ημερα οργης αυτου βασιλεις
6
κρινει εν τοις εθνεσιν πληρωσει πτωματα συνθλασει κεφαλας επι γης πολλων
7
εκ χειμαρρου εν οδω πιεται δια τουτο υψωσει κεφαλην