1
αλληλουια εξομολογησομαι σοι κυριε εν ολη καρδια μου εν βουλη ευθειων και συναγωγη
2
μεγαλα τα εργα κυριου εξεζητημενα εις παντα τα θεληματα αυτου
3
εξομολογησις και μεγαλοπρεπεια το εργον αυτου και η δικαιοσυνη αυτου μενει εις τον αιωνα του αιωνος
4
μνειαν εποιησατο των θαυμασιων αυτου ελεημων και οικτιρμων ο κυριος
5
τροφην εδωκεν τοις φοβουμενοις αυτον μνησθησεται εις τον αιωνα διαθηκης αυτου
6
ισχυν εργων αυτου ανηγγειλεν τω λαω αυτου του δουναι αυτοις κληρονομιαν εθνων
7
εργα χειρων αυτου αληθεια και κρισις πισται πασαι αι εντολαι αυτου
8
εστηριγμεναι εις τον αιωνα του αιωνος πεποιημεναι εν αληθεια και ευθυτητι
9
λυτρωσιν απεστειλεν τω λαω αυτου ενετειλατο εις τον αιωνα διαθηκην αυτου αγιον και φοβερον το ονομα αυτου
10
αρχη σοφιας φοβος κυριου συνεσις αγαθη πασι τοις ποιουσιν αυτην η αινεσις αυτου μενει εις τον αιωνα του αιωνος