1
αλληλουια μακαριος ανηρ ο φοβουμενος τον κυριον εν ταις εντολαις αυτου θελησει σφοδρα
2
δυνατον εν τη γη εσται το σπερμα αυτου γενεα ευθειων ευλογηθησεται
3
δοξα και πλουτος εν τω οικω αυτου και η δικαιοσυνη αυτου μενει εις τον αιωνα του αιωνος
4
εξανετειλεν εν σκοτει φως τοις ευθεσιν ελεημων και οικτιρμων και δικαιος
5
χρηστος ανηρ ο οικτιρων και κιχρων οικονομησει τους λογους αυτου εν κρισει
6
οτι εις τον αιωνα ου σαλευθησεται εις μνημοσυνον αιωνιον εσται δικαιος
7
απο ακοης πονηρας ου φοβηθησεται ετοιμη η καρδια αυτου ελπιζειν επι κυριον
8
εστηρικται η καρδια αυτου ου μη φοβηθη εως ου επιδη επι τους εχθρους αυτου
9
εσκορπισεν εδωκεν τοις πενησιν η δικαιοσυνη αυτου μενει εις τον αιωνα του αιωνος το κερας αυτου υψωθησεται εν δοξη
10
αμαρτωλος οψεται και οργισθησεται τους οδοντας αυτου βρυξει και τακησεται επιθυμια αμαρτωλων απολειται