1
αλληλουια αινειτε παιδες κυριον αινειτε το ονομα κυριου
2
ειη το ονομα κυριου ευλογημενον απο του νυν και εως του αιωνος
3
απο ανατολων ηλιου μεχρι δυσμων αινειτε το ονομα κυριου
4
υψηλος επι παντα τα εθνη ο κυριος επι τους ουρανους η δοξα αυτου
5
τις ως κυριος ο θεος ημων ο εν υψηλοις κατοικων
6
και τα ταπεινα εφορων εν τω ουρανω και εν τη γη
7
ο εγειρων απο γης πτωχον και απο κοπριας ανυψων πενητα
8
του καθισαι αυτον μετα αρχοντων μετα αρχοντων λαου αυτου
9
ο κατοικιζων στειραν εν οικω μητερα τεκνων ευφραινομενην