1
αλληλουια ηγαπησα οτι εισακουσεται κυριος της φωνης της δεησεως μου
2
οτι εκλινεν το ους αυτου εμοι και εν ταις ημεραις μου επικαλεσομαι
3
περιεσχον με ωδινες θανατου κινδυνοι αδου ευροσαν με θλιψιν και οδυνην ευρον
4
και το ονομα κυριου επεκαλεσαμην ω κυριε ρυσαι την ψυχην μου
5
ελεημων ο κυριος και δικαιος και ο θεος ημων ελεα
6
φυλασσων τα νηπια ο κυριος εταπεινωθην και εσωσεν με
7
επιστρεψον η ψυχη μου εις την αναπαυσιν σου οτι κυριος ευηργετησεν σε
8
οτι εξειλατο την ψυχην μου εκ θανατου τους οφθαλμους μου απο δακρυων και τους ποδας μου απο ολισθηματος
9
ευαρεστησω εναντιον κυριου εν χωρα ζωντων