1
αλληλουια επιστευσα διο ελαλησα εγω δε εταπεινωθην σφοδρα
2
εγω ειπα εν τη εκστασει μου πας ανθρωπος ψευστης
3
τι ανταποδωσω τω κυριω περι παντων ων ανταπεδωκεν μοι
4
ποτηριον σωτηριου λημψομαι και το ονομα κυριου επικαλεσομαι
6
τιμιος εναντιον κυριου ο θανατος των οσιων αυτου
7
ω κυριε εγω δουλος σος εγω δουλος σος και υιος της παιδισκης σου διερρηξας τους δεσμους μου
8
σοι θυσω θυσιαν αινεσεως
9
τας ευχας μου τω κυριω αποδωσω εναντιον παντος του λαου αυτου
10
εν αυλαις οικου κυριου εν μεσω σου ιερουσαλημ