1
αλληλουια εξομολογεισθε τω κυριω οτι αγαθος οτι εις τον αιωνα το ελεος αυτου
2
ειπατω δη οικος ισραηλ οτι αγαθος οτι εις τον αιωνα το ελεος αυτου
3
ειπατω δη οικος ααρων οτι αγαθος οτι εις τον αιωνα το ελεος αυτου
4
ειπατωσαν δη παντες οι φοβουμενοι τον κυριον οτι αγαθος οτι εις τον αιωνα το ελεος αυτου
5
εν θλιψει επεκαλεσαμην τον κυριον και επηκουσεν μου εις πλατυσμον
6
κυριος εμοι βοηθος ου φοβηθησομαι τι ποιησει μοι ανθρωπος
7
κυριος εμοι βοηθος καγω εποψομαι τους εχθρους μου
8
αγαθον πεποιθεναι επι κυριον η πεποιθεναι επ' ανθρωπον
9
αγαθον ελπιζειν επι κυριον η ελπιζειν επ' αρχοντας
10
παντα τα εθνη εκυκλωσαν με και τω ονοματι κυριου ημυναμην αυτους
11
κυκλωσαντες εκυκλωσαν με και τω ονοματι κυριου ημυναμην αυτους
12
εκυκλωσαν με ωσει μελισσαι κηριον και εξεκαυθησαν ωσει πυρ εν ακανθαις και τω ονοματι κυριου ημυναμην αυτους
13
ωσθεις ανετραπην του πεσειν και ο κυριος αντελαβετο μου
14
ισχυς μου και υμνησις μου ο κυριος και εγενετο μοι εις σωτηριαν
15
φωνη αγαλλιασεως και σωτηριας εν σκηναις δικαιων δεξια κυριου εποιησεν δυναμιν
16
δεξια κυριου υψωσεν με δεξια κυριου εποιησεν δυναμιν
17
ουκ αποθανουμαι αλλα ζησομαι και εκδιηγησομαι τα εργα κυριου
18
παιδευων επαιδευσεν με ο κυριος και τω θανατω ου παρεδωκεν με
19
ανοιξατε μοι πυλας δικαιοσυνης εισελθων εν αυταις εξομολογησομαι τω κυριω
20
αυτη η πυλη του κυριου δικαιοι εισελευσονται εν αυτη
21
εξομολογησομαι σοι οτι επηκουσας μου και εγενου μοι εις σωτηριαν
22
λιθον ον απεδοκιμασαν οι οικοδομουντες ουτος εγενηθη εις κεφαλην γωνιας
23
παρα κυριου εγενετο αυτη και εστιν θαυμαστη εν οφθαλμοις ημων
24
αυτη η ημερα ην εποιησεν ο κυριος αγαλλιασωμεθα και ευφρανθωμεν εν αυτη
25
ω κυριε σωσον δη ω κυριε ευοδωσον δη
26
ευλογημενος ο ερχομενος εν ονοματι κυριου ευλογηκαμεν υμας εξ οικου κυριου
27
θεος κυριος και επεφανεν ημιν συστησασθε εορτην εν τοις πυκαζουσιν εως των κερατων του θυσιαστηριου
28
θεος μου ει συ και εξομολογησομαι σοι θεος μου ει συ και υψωσω σε εξομολογησομαι σοι οτι επηκουσας μου και εγενου μοι εις σωτηριαν
29
εξομολογεισθε τω κυριω οτι αγαθος οτι εις τον αιωνα το ελεος αυτου