1
αλληλουια α# αλφ μακαριοι οι αμωμοι εν οδω οι πορευομενοι εν νομω κυριου
2
μακαριοι οι εξερευνωντες τα μαρτυρια αυτου εν ολη καρδια εκζητησουσιν αυτον
3
ου γαρ οι εργαζομενοι την ανομιαν εν ταις οδοις αυτου επορευθησαν
4
συ ενετειλω τας εντολας σου φυλαξασθαι σφοδρα
5
οφελον κατευθυνθειησαν αι οδοι μου του φυλαξασθαι τα δικαιωματα σου
6
τοτε ου μη επαισχυνθω εν τω με επιβλεπειν επι πασας τας εντολας σου
7
εξομολογησομαι σοι κυριε εν ευθυτητι καρδιας εν τω μεμαθηκεναι με τα κριματα της δικαιοσυνης σου
8
τα δικαιωματα σου φυλαξω μη με εγκαταλιπης εως σφοδρα
9
β# βηθ εν τινι κατορθωσει ο νεωτερος την οδον αυτου εν τω φυλασσεσθαι τους λογους σου
10
εν ολη καρδια μου εξεζητησα σε μη απωση με απο των εντολων σου
11
εν τη καρδια μου εκρυψα τα λογια σου οπως αν μη αμαρτω σοι
12
ευλογητος ει κυριε διδαξον με τα δικαιωματα σου
13
εν τοις χειλεσιν μου εξηγγειλα παντα τα κριματα του στοματος σου
14
εν τη οδω των μαρτυριων σου ετερφθην ως επι παντι πλουτω
15
εν ταις εντολαις σου αδολεσχησω και κατανοησω τας οδους σου
16
εν τοις δικαιωμασιν σου μελετησω ουκ επιλησομαι των λογων σου
17
γ# γιμαλ ανταποδος τω δουλω σου ζησομαι και φυλαξω τους λογους σου
18
αποκαλυψον τους οφθαλμους μου και κατανοησω τα θαυμασια σου εκ του νομου σου
19
παροικος εγω ειμι εν τη γη μη αποκρυψης απ' εμου τας εντολας σου
20
επεποθησεν η ψυχη μου του επιθυμησαι τα κριματα σου εν παντι καιρω
21
επετιμησας υπερηφανοις επικαταρατοι οι εκκλινοντες απο των εντολων σου
22
περιελε απ' εμου ονειδος και εξουδενωσιν οτι τα μαρτυρια σου εξεζητησα
23
και γαρ εκαθισαν αρχοντες και κατ' εμου κατελαλουν ο δε δουλος σου ηδολεσχει εν τοις δικαιωμασιν σου
24
και γαρ τα μαρτυρια σου μελετη μου εστιν και αι συμβουλιαι μου τα δικαιωματα σου
25
δ# δελθ εκολληθη τω εδαφει η ψυχη μου ζησον με κατα τον λογον σου
26
τας οδους μου εξηγγειλα και επηκουσας μου διδαξον με τα δικαιωματα σου
27
οδον δικαιωματων σου συνετισον με και αδολεσχησω εν τοις θαυμασιοις σου
28
εσταξεν η ψυχη μου απο ακηδιας βεβαιωσον με εν τοις λογοις σου
29
οδον αδικιας αποστησον απ' εμου και τω νομω σου ελεησον με
30
οδον αληθειας ηρετισαμην τα κριματα σου ουκ επελαθομην
31
εκολληθην τοις μαρτυριοις σου κυριε μη με καταισχυνης
32
οδον εντολων σου εδραμον οταν επλατυνας την καρδιαν μου
33
ε# η νομοθετησον με κυριε την οδον των δικαιωματων σου και εκζητησω αυτην δια παντος
34
συνετισον με και εξερευνησω τον νομον σου και φυλαξω αυτον εν ολη καρδια μου
35
οδηγησον με εν τριβω των εντολων σου οτι αυτην ηθελησα
36
κλινον την καρδιαν μου εις τα μαρτυρια σου και μη εις πλεονεξιαν
37
αποστρεψον τους οφθαλμους μου του μη ιδειν ματαιοτητα εν τη οδω σου ζησον με
38
στησον τω δουλω σου το λογιον σου εις τον φοβον σου
39
περιελε τον ονειδισμον μου ον υπωπτευσα τα γαρ κριματα σου χρηστα
40
ιδου επεθυμησα τας εντολας σου εν τη δικαιοσυνη σου ζησον με
41
ω# ουαυ και ελθοι επ' εμε το ελεος σου κυριε το σωτηριον σου κατα το λογιον σου
42
και αποκριθησομαι τοις ονειδιζουσι με λογον οτι ηλπισα επι τους λογους σου
43
και μη περιελης εκ του στοματος μου λογον αληθειας εως σφοδρα οτι επι τα κριματα σου επηλπισα
44
και φυλαξω τον νομον σου δια παντος εις τον αιωνα και εις τον αιωνα του αιωνος
45
και επορευομην εν πλατυσμω οτι τας εντολας σου εξεζητησα
46
και ελαλουν εν τοις μαρτυριοις σου εναντιον βασιλεων και ουκ ησχυνομην
47
και εμελετων εν ταις εντολαις σου αις ηγαπησα σφοδρα
48
και ηρα τας χειρας μου προς τας εντολας σου ας ηγαπησα και ηδολεσχουν εν τοις δικαιωμασιν σου
49
ζ# ζαι μνησθητι τον λογον σου τω δουλω σου ω επηλπισας με
50
αυτη με παρεκαλεσεν εν τη ταπεινωσει μου οτι το λογιον σου εζησεν με
51
υπερηφανοι παρηνομουν εως σφοδρα απο δε του νομου σου ουκ εξεκλινα
52
εμνησθην των κριματων σου απ' αιωνος κυριε και παρεκληθην
53
αθυμια κατεσχεν με απο αμαρτωλων των εγκαταλιμπανοντων τον νομον σου
54
ψαλτα ησαν μοι τα δικαιωματα σου εν τοπω παροικιας μου
55
εμνησθην εν νυκτι του ονοματος σου κυριε και εφυλαξα τον νομον σου
56
αυτη εγενηθη μοι οτι τα δικαιωματα σου εξεζητησα
57
η# ηθ μερις μου κυριε ειπα φυλαξασθαι τον νομον σου
58
εδεηθην του προσωπου σου εν ολη καρδια μου ελεησον με κατα το λογιον σου
59
διελογισαμην τας οδους σου και επεστρεψα τους ποδας μου εις τα μαρτυρια σου
60
ητοιμασθην και ουκ εταραχθην του φυλαξασθαι τας εντολας σου
61
σχοινια αμαρτωλων περιεπλακησαν μοι και του νομου σου ουκ επελαθομην
62
μεσονυκτιον εξηγειρομην του εξομολογεισθαι σοι επι τα κριματα της δικαιοσυνης σου
63
μετοχος εγω ειμι παντων των φοβουμενων σε και των φυλασσοντων τας εντολας σου
64
του ελεους σου κυριε πληρης η γη τα δικαιωματα σου διδαξον με
65
θ# τηθ χρηστοτητα εποιησας μετα του δουλου σου κυριε κατα τον λογον σου
66
χρηστοτητα και παιδειαν και γνωσιν διδαξον με οτι ταις εντολαις σου επιστευσα
67
προ του με ταπεινωθηναι εγω επλημμελησα δια τουτο το λογιον σου εφυλαξα
68
χρηστος ει συ κυριε και εν τη χρηστοτητι σου διδαξον με τα δικαιωματα σου
69
επληθυνθη επ' εμε αδικια υπερηφανων εγω δε εν ολη καρδια μου εξερευνησω τας εντολας σου
70
ετυρωθη ως γαλα η καρδια αυτων εγω δε τον νομον σου εμελετησα
71
αγαθον μοι οτι εταπεινωσας με οπως αν μαθω τα δικαιωματα σου
72
αγαθον μοι ο νομος του στοματος σου υπερ χιλιαδας χρυσιου και αργυριου
73
ι# ιωθ αι χειρες σου εποιησαν με και επλασαν με συνετισον με και μαθησομαι τας εντολας σου
74
οι φοβουμενοι σε οψονται με και ευφρανθησονται οτι εις τους λογους σου επηλπισα
75
εγνων κυριε οτι δικαιοσυνη τα κριματα σου και αληθεια εταπεινωσας με
76
γενηθητω δη το ελεος σου του παρακαλεσαι με κατα το λογιον σου τω δουλω σου
77
ελθετωσαν μοι οι οικτιρμοι σου και ζησομαι οτι ο νομος σου μελετη μου εστιν
78
αισχυνθητωσαν υπερηφανοι οτι αδικως ηνομησαν εις εμε εγω δε αδολεσχησω εν ταις εντολαις σου
79
επιστρεψατωσαν μοι οι φοβουμενοι σε και οι γινωσκοντες τα μαρτυρια σου
80
γενηθητω η καρδια μου αμωμος εν τοις δικαιωμασιν σου οπως αν μη αισχυνθω
81
ια# χαφ εκλειπει εις το σωτηριον σου η ψυχη μου και εις τον λογον σου επηλπισα
82
εξελιπον οι οφθαλμοι μου εις το λογιον σου λεγοντες ποτε παρακαλεσεις με
83
οτι εγενηθην ως ασκος εν παχνη τα δικαιωματα σου ουκ επελαθομην
84
ποσαι εισιν αι ημεραι του δουλου σου ποτε ποιησεις μοι εκ των καταδιωκοντων με κρισιν
85
διηγησαντο μοι παρανομοι αδολεσχιας αλλ' ουχ ως ο νομος σου κυριε
86
πασαι αι εντολαι σου αληθεια αδικως κατεδιωξαν με βοηθησον μοι
87
παρα βραχυ συνετελεσαν με εν τη γη εγω δε ουκ εγκατελιπον τας εντολας σου
88
κατα το ελεος σου ζησον με και φυλαξω τα μαρτυρια του στοματος σου
89
ιβ# λαβδ εις τον αιωνα κυριε ο λογος σου διαμενει εν τω ουρανω
90
εις γενεαν και γενεαν η αληθεια σου εθεμελιωσας την γην και διαμενει
91
τη διαταξει σου διαμενει η ημερα οτι τα συμπαντα δουλα σα
92
ει μη οτι ο νομος σου μελετη μου εστιν τοτε αν απωλομην εν τη ταπεινωσει μου
93
εις τον αιωνα ου μη επιλαθωμαι των δικαιωματων σου οτι εν αυτοις εζησας με κυριε
94
σος ειμι εγω σωσον με οτι τα δικαιωματα σου εξεζητησα
95
εμε υπεμειναν αμαρτωλοι του απολεσαι με τα μαρτυρια σου συνηκα
96
πασης συντελειας ειδον περας πλατεια η εντολη σου σφοδρα
97
ιγ# μημ ως ηγαπησα τον νομον σου κυριε ολην την ημεραν μελετη μου εστιν
98
υπερ τους εχθρους μου εσοφισας με την εντολην σου οτι εις τον αιωνα μοι εστιν
99
υπερ παντας τους διδασκοντας με συνηκα οτι τα μαρτυρια σου μελετη μου εστιν
100
υπερ πρεσβυτερους συνηκα οτι τας εντολας σου εξεζητησα
101
εκ πασης οδου πονηρας εκωλυσα τους ποδας μου οπως αν φυλαξω τους λογους σου
102
απο των κριματων σου ουκ εξεκλινα οτι συ ενομοθετησας μοι
103
ως γλυκεα τω λαρυγγι μου τα λογια σου υπερ μελι και κηριον τω στοματι μου
104
απο των εντολων σου συνηκα δια τουτο εμισησα πασαν οδον αδικιας οτι συ ενομοθετησας μοι
105
ιδ# νουν λυχνος τοις ποσιν μου ο λογος σου και φως ταις τριβοις μου
106
ομωμοκα και εστησα του φυλαξασθαι τα κριματα της δικαιοσυνης σου
107
εταπεινωθην εως σφοδρα κυριε ζησον με κατα τον λογον σου
108
τα εκουσια του στοματος μου ευδοκησον δη κυριε και τα κριματα σου διδαξον με
109
η ψυχη μου εν ταις χερσιν μου δια παντος και του νομου σου ουκ επελαθομην
110
εθεντο αμαρτωλοι παγιδα μοι και εκ των εντολων σου ουκ επλανηθην
111
εκληρονομησα τα μαρτυρια σου εις τον αιωνα οτι αγαλλιαμα της καρδιας μου εισιν
112
εκλινα την καρδιαν μου του ποιησαι τα δικαιωματα σου εις τον αιωνα δι' ανταμειψιν
113
ιε# σαμχ παρανομους εμισησα και τον νομον σου ηγαπησα
114
βοηθος μου και αντιλημπτωρ μου ει συ εις τον λογον σου επηλπισα
115
εκκλινατε απ' εμου πονηρευομενοι και εξερευνησω τας εντολας του θεου μου
116
αντιλαβου μου κατα το λογιον σου και ζησομαι και μη καταισχυνης με απο της προσδοκιας μου
117
βοηθησον μοι και σωθησομαι και μελετησω εν τοις δικαιωμασιν σου δια παντος
118
εξουδενωσας παντας τους αποστατουντας απο των δικαιωματων σου οτι αδικον το ενθυμημα αυτων
119
παραβαινοντας ελογισαμην παντας τους αμαρτωλους της γης δια τουτο ηγαπησα τα μαρτυρια σου δια παντος
120
καθηλωσον εκ του φοβου σου τας σαρκας μου απο γαρ των κριματων σου εφοβηθην
121
ιω# αιν εποιησα κριμα και δικαιοσυνην μη παραδως με τοις αδικουσιν με
122
εκδεξαι τον δουλον σου εις αγαθον μη συκοφαντησατωσαν με υπερηφανοι
123
οι οφθαλμοι μου εξελιπον εις το σωτηριον σου και εις το λογιον της δικαιοσυνης σου
124
ποιησον μετα του δουλου σου κατα το ελεος σου και τα δικαιωματα σου διδαξον με
125
δουλος σου ειμι εγω συνετισον με και γνωσομαι τα μαρτυρια σου
126
καιρος του ποιησαι τω κυριω διεσκεδασαν τον νομον σου
127
δια τουτο ηγαπησα τας εντολας σου υπερ χρυσιον και τοπαζιον
128
δια τουτο προς πασας τας εντολας σου κατωρθουμην πασαν οδον αδικον εμισησα
129
ιζ# φη θαυμαστα τα μαρτυρια σου δια τουτο εξηρευνησεν αυτα η ψυχη μου
130
η δηλωσις των λογων σου φωτιει και συνετιει νηπιους
131
το στομα μου ηνοιξα και ειλκυσα πνευμα οτι τας εντολας σου επεποθουν
132
επιβλεψον επ' εμε και ελεησον με κατα το κριμα των αγαπωντων το ονομα σου
133
τα διαβηματα μου κατευθυνον κατα το λογιον σου και μη κατακυριευσατω μου πασα ανομια
134
λυτρωσαι με απο συκοφαντιας ανθρωπων και φυλαξω τας εντολας σου
135
το προσωπον σου επιφανον επι τον δουλον σου και διδαξον με τα δικαιωματα σου
136
διεξοδους υδατων κατεβησαν οι οφθαλμοι μου επει ουκ εφυλαξαν τον νομον σου
137
ιη# σαδη δικαιος ει κυριε και ευθης η κρισις σου
138
ενετειλω δικαιοσυνην τα μαρτυρια σου και αληθειαν σφοδρα
139
εξετηξεν με ο ζηλος του οικου σου οτι επελαθοντο των λογων σου οι εχθροι μου
140
πεπυρωμενον το λογιον σου σφοδρα και ο δουλος σου ηγαπησεν αυτο
141
νεωτερος ειμι εγω και εξουδενωμενος τα δικαιωματα σου ουκ επελαθομην
142
η δικαιοσυνη σου δικαιοσυνη εις τον αιωνα και ο νομος σου αληθεια
143
θλιψις και αναγκη ευροσαν με αι εντολαι σου μελετη μου
144
δικαιοσυνη τα μαρτυρια σου εις τον αιωνα συνετισον με και ζησομαι
145
ιθ# κωφ εκεκραξα εν ολη καρδια μου επακουσον μου κυριε τα δικαιωματα σου εκζητησω
146
εκεκραξα σε σωσον με και φυλαξω τα μαρτυρια σου
147
προεφθασα εν αωρια και εκεκραξα εις τους λογους σου επηλπισα
148
προεφθασαν οι οφθαλμοι μου προς ορθρον του μελεταν τα λογια σου
149
της φωνης μου ακουσον κυριε κατα το ελεος σου κατα το κριμα σου ζησον με
150
προσηγγισαν οι καταδιωκοντες με ανομια απο δε του νομου σου εμακρυνθησαν
151
εγγυς ει συ κυριε και πασαι αι εντολαι σου αληθεια
152
κατ' αρχας εγνων εκ των μαρτυριων σου οτι εις τον αιωνα εθεμελιωσας αυτα
153
κ# ρης ιδε την ταπεινωσιν μου και εξελου με οτι τον νομον σου ουκ επελαθομην
154
κρινον την κρισιν μου και λυτρωσαι με δια τον λογον σου ζησον με
155
μακραν απο αμαρτωλων σωτηρια οτι τα δικαιωματα σου ουκ εξεζητησαν
156
οι οικτιρμοι σου πολλοι κυριε κατα το κριμα σου ζησον με
157
πολλοι οι εκδιωκοντες με και εκθλιβοντες με εκ των μαρτυριων σου ουκ εξεκλινα
158
ειδον ασυνθετουντας και εξετηκομην οτι τα λογια σου ουκ εφυλαξαντο
159
ιδε οτι τας εντολας σου ηγαπησα κυριε εν τω ελεει σου ζησον με
160
αρχη των λογων σου αληθεια και εις τον αιωνα παντα τα κριματα της δικαιοσυνης σου
161
κα# σεν αρχοντες κατεδιωξαν με δωρεαν και απο των λογων σου εδειλιασεν η καρδια μου
162
αγαλλιασομαι εγω επι τα λογια σου ως ο ευρισκων σκυλα πολλα
163
αδικιαν εμισησα και εβδελυξαμην τον δε νομον σου ηγαπησα
164
επτακις της ημερας ηνεσα σοι επι τα κριματα της δικαιοσυνης σου
165
ειρηνη πολλη τοις αγαπωσιν τον νομον σου και ουκ εστιν αυτοις σκανδαλον
166
προσεδοκων το σωτηριον σου κυριε και τας εντολας σου ηγαπησα
167
εφυλαξεν η ψυχη μου τα μαρτυρια σου και ηγαπησεν αυτα σφοδρα
168
εφυλαξα τας εντολας σου και τα μαρτυρια σου οτι πασαι αι οδοι μου εναντιον σου κυριε
169
κβ# θαυ εγγισατω η δεησις μου ενωπιον σου κυριε κατα το λογιον σου συνετισον με
170
εισελθοι το αξιωμα μου ενωπιον σου κατα το λογιον σου ρυσαι με
171
εξερευξαιντο τα χειλη μου υμνον οταν διδαξης με τα δικαιωματα σου
172
φθεγξαιτο η γλωσσα μου το λογιον σου οτι πασαι αι εντολαι σου δικαιοσυνη
173
γενεσθω η χειρ σου του σωσαι με οτι τας εντολας σου ηρετισαμην
174
επεποθησα το σωτηριον σου κυριε και ο νομος σου μελετη μου εστιν
175
ζησεται η ψυχη μου και αινεσει σε και τα κριματα σου βοηθησει μοι
176
επλανηθην ως προβατον απολωλος ζητησον τον δουλον σου οτι τας εντολας σου ουκ επελαθομην