1
ωδη των αναβαθμων προς κυριον εν τω θλιβεσθαι με εκεκραξα και εισηκουσεν μου
2
κυριε ρυσαι την ψυχην μου απο χειλεων αδικων και απο γλωσσης δολιας
3
τι δοθειη σοι και τι προστεθειη σοι προς γλωσσαν δολιαν
4
τα βελη του δυνατου ηκονημενα συν τοις ανθραξιν τοις ερημικοις
5
οιμμοι οτι η παροικια μου εμακρυνθη κατεσκηνωσα μετα των σκηνωματων κηδαρ
6
πολλα παρωκησεν η ψυχη μου
7
μετα των μισουντων την ειρηνην ημην ειρηνικος οταν ελαλουν αυτοις επολεμουν με δωρεαν