1
ωδη των αναβαθμων ηρα τους οφθαλμους μου εις τα ορη ποθεν ηξει η βοηθεια μου
2
η βοηθεια μου παρα κυριου του ποιησαντος τον ουρανον και την γην
3
μη δως εις σαλον τον ποδα σου μηδε νυσταξη ο φυλασσων σε
4
ιδου ου νυσταξει ουδε υπνωσει ο φυλασσων τον ισραηλ
5
κυριος φυλαξει σε κυριος σκεπη σου επι χειρα δεξιαν σου
6
ημερας ο ηλιος ου συγκαυσει σε ουδε η σεληνη την νυκτα
7
κυριος φυλαξει σε απο παντος κακου φυλαξει την ψυχην σου
8
κυριος φυλαξει την εισοδον σου και την εξοδον σου απο του νυν και εως του αιωνος