1
ωδη των αναβαθμων ευφρανθην επι τοις ειρηκοσιν μοι εις οικον κυριου πορευσομεθα
2
εστωτες ησαν οι ποδες ημων εν ταις αυλαις σου ιερουσαλημ
3
ιερουσαλημ οικοδομουμενη ως πολις ης η μετοχη αυτης επι το αυτο
4
εκει γαρ ανεβησαν αι φυλαι φυλαι κυριου μαρτυριον τω ισραηλ του εξομολογησασθαι τω ονοματι κυριου
5
οτι εκει εκαθισαν θρονοι εις κρισιν θρονοι επι οικον δαυιδ
6
ερωτησατε δη τα εις ειρηνην την ιερουσαλημ και ευθηνια τοις αγαπωσιν σε
7
γενεσθω δη ειρηνη εν τη δυναμει σου και ευθηνια εν ταις πυργοβαρεσιν σου
8
ενεκα των αδελφων μου και των πλησιον μου ελαλουν δη ειρηνην περι σου
9
ενεκα του οικου κυριου του θεου ημων εξεζητησα αγαθα σοι