1
ωδη των αναβαθμων προς σε ηρα τους οφθαλμους μου τον κατοικουντα εν τω ουρανω
2
ιδου ως οφθαλμοι δουλων εις χειρας των κυριων αυτων ως οφθαλμοι παιδισκης εις χειρας της κυριας αυτης ουτως οι οφθαλμοι ημων προς κυριον τον θεον ημων εως ου οικτιρησαι ημας
3
ελεησον ημας κυριε ελεησον ημας οτι επι πολυ επλησθημεν εξουδενωσεως
4
επι πλειον επλησθη η ψυχη ημων το ονειδος τοις ευθηνουσιν και η εξουδενωσις τοις υπερηφανοις