1
ωδη των αναβαθμων ει μη οτι κυριος ην εν ημιν ειπατω δη ισραηλ
2
ει μη οτι κυριος ην εν ημιν εν τω επαναστηναι ανθρωπους εφ' ημας
3
αρα ζωντας αν κατεπιον ημας εν τω οργισθηναι τον θυμον αυτων εφ' ημας
4
αρα το υδωρ κατεποντισεν ημας χειμαρρον διηλθεν η ψυχη ημων
5
αρα διηλθεν η ψυχη ημων το υδωρ το ανυποστατον
6
ευλογητος κυριος ος ουκ εδωκεν ημας εις θηραν τοις οδουσιν αυτων
7
η ψυχη ημων ως στρουθιον ερρυσθη εκ της παγιδος των θηρευοντων η παγις συνετριβη και ημεις ερρυσθημεν
8
η βοηθεια ημων εν ονοματι κυριου του ποιησαντος τον ουρανον και την γην