1
ωδη των αναβαθμων οι πεποιθοτες επι κυριον ως ορος σιων ου σαλευθησεται εις τον αιωνα ο κατοικων ιερουσαλημ
2
ορη κυκλω αυτης και κυριος κυκλω του λαου αυτου απο του νυν και εως του αιωνος
3
οτι ουκ αφησει την ραβδον των αμαρτωλων επι τον κληρον των δικαιων οπως αν μη εκτεινωσιν οι δικαιοι εν ανομια χειρας αυτων
4
αγαθυνον κυριε τοις αγαθοις και τοις ευθεσι τη καρδια
5
τους δε εκκλινοντας εις τας στραγγαλιας απαξει κυριος μετα των εργαζομενων την ανομιαν ειρηνη επι τον ισραηλ