1
ωδη των αναβαθμων εν τω επιστρεψαι κυριον την αιχμαλωσιαν σιων εγενηθημεν ως παρακεκλημενοι
2
τοτε επλησθη χαρας το στομα ημων και η γλωσσα ημων αγαλλιασεως τοτε ερουσιν εν τοις εθνεσιν εμεγαλυνεν κυριος του ποιησαι μετ' αυτων
3
εμεγαλυνεν κυριος του ποιησαι μεθ' ημων εγενηθημεν ευφραινομενοι
4
επιστρεψον κυριε την αιχμαλωσιαν ημων ως χειμαρρους εν τω νοτω
5
οι σπειροντες εν δακρυσιν εν αγαλλιασει θεριουσιν
6
πορευομενοι επορευοντο και εκλαιον αιροντες τα σπερματα αυτων ερχομενοι δε ηξουσιν εν αγαλλιασει αιροντες τα δραγματα αυτων