1
ωδη των αναβαθμων τω σαλωμων εαν μη κυριος οικοδομηση οικον εις ματην εκοπιασαν οι οικοδομουντες αυτον εαν μη κυριος φυλαξη πολιν εις ματην ηγρυπνησεν ο φυλασσων
2
εις ματην υμιν εστιν του ορθριζειν εγειρεσθαι μετα το καθησθαι οι εσθοντες αρτον οδυνης οταν δω τοις αγαπητοις αυτου υπνον
3
ιδου η κληρονομια κυριου υιοι ο μισθος του καρπου της γαστρος
4
ωσει βελη εν χειρι δυνατου ουτως οι υιοι των εκτετιναγμενων
5
μακαριος ανθρωπος ος πληρωσει την επιθυμιαν αυτου εξ αυτων ου καταισχυνθησονται οταν λαλωσι τοις εχθροις αυτων εν πυλη