1
ωδη των αναβαθμων μακαριοι παντες οι φοβουμενοι τον κυριον οι πορευομενοι εν ταις οδοις αυτου
2
τους πονους των καρπων σου φαγεσαι μακαριος ει και καλως σοι εσται
3
η γυνη σου ως αμπελος ευθηνουσα εν τοις κλιτεσι της οικιας σου οι υιοι σου ως νεοφυτα ελαιων κυκλω της τραπεζης σου
4
ιδου ουτως ευλογηθησεται ανθρωπος ο φοβουμενος τον κυριον
5
ευλογησαι σε κυριος εκ σιων και ιδοις τα αγαθα ιερουσαλημ πασας τας ημερας της ζωης σου
6
και ιδοις υιους των υιων σου ειρηνη επι τον ισραηλ