1
ωδη των αναβαθμων πλεονακις επολεμησαν με εκ νεοτητος μου ειπατω δη ισραηλ
2
πλεονακις επολεμησαν με εκ νεοτητος μου και γαρ ουκ ηδυνηθησαν μοι
3
επι του νωτου μου ετεκταινον οι αμαρτωλοι εμακρυναν την ανομιαν αυτων
4
κυριος δικαιος συνεκοψεν αυχενας αμαρτωλων
5
αισχυνθητωσαν και αποστραφητωσαν εις τα οπισω παντες οι μισουντες σιων
6
γενηθητωσαν ως χορτος δωματων ος προ του εκσπασθηναι εξηρανθη
7
ου ουκ επληρωσεν την χειρα αυτου ο θεριζων και τον κολπον αυτου ο τα δραγματα συλλεγων
8
και ουκ ειπαν οι παραγοντες ευλογια κυριου εφ' υμας ευλογηκαμεν υμας εν ονοματι κυριου