1
ωδη των αναβαθμων εκ βαθεων εκεκραξα σε κυριε
2
κυριε εισακουσον της φωνης μου γενηθητω τα ωτα σου προσεχοντα εις την φωνην της δεησεως μου
3
εαν ανομιας παρατηρηση κυριε κυριε τις υποστησεται
4
οτι παρα σοι ο ιλασμος εστιν
5
ενεκεν του νομου σου υπεμεινα σε κυριε υπεμεινεν η ψυχη μου εις τον λογον σου
6
ηλπισεν η ψυχη μου επι τον κυριον απο φυλακης πρωιας μεχρι νυκτος απο φυλακης πρωιας ελπισατω ισραηλ επι τον κυριον
7
οτι παρα τω κυριω το ελεος και πολλη παρ' αυτω λυτρωσις
8
και αυτος λυτρωσεται τον ισραηλ εκ πασων των ανομιων αυτου