1
εις το τελος ψαλμος τω δαυιδ ειπεν αφρων εν καρδια αυτου ουκ εστιν θεος διεφθειραν και εβδελυχθησαν εν επιτηδευμασιν ουκ εστιν ποιων χρηστοτητα ουκ εστιν εως ενος
2
κυριος εκ του ουρανου διεκυψεν επι τους υιους των ανθρωπων του ιδειν ει εστιν συνιων η εκζητων τον θεον
3
παντες εξεκλιναν αμα ηχρεωθησαν ουκ εστιν ποιων χρηστοτητα ουκ εστιν εως ενος ταφος ανεωγμενος ο λαρυγξ αυτων ταις γλωσσαις αυτων εδολιουσαν ιος ασπιδων υπο τα χειλη αυτων ων το στομα αρας και πικριας γεμει οξεις οι ποδες αυτων εκχεαι αιμα συντριμμα και ταλαιπωρια εν ταις οδοις αυτων και οδον ειρηνης ουκ εγνωσαν ουκ εστιν φοβος θεου απεναντι των οφθαλμων αυτων
4
ουχι γνωσονται παντες οι εργαζομενοι την ανομιαν οι κατεσθιοντες τον λαον μου βρωσει αρτου τον κυριον ουκ επεκαλεσαντο
5
εκει εδειλιασαν φοβω ου ουκ ην φοβος οτι ο θεος εν γενεα δικαια
6
βουλην πτωχου κατησχυνατε οτι κυριος ελπις αυτου εστιν
7
τις δωσει εκ σιων το σωτηριον του ισραηλ εν τω επιστρεψαι κυριον την αιχμαλωσιαν του λαου αυτου αγαλλιασθω ιακωβ και ευφρανθητω ισραηλ