1
ωδη των αναβαθμων μνησθητι κυριε του δαυιδ και πασης της πραυτητος αυτου
2
ως ωμοσεν τω κυριω ηυξατο τω θεω ιακωβ
3
ει εισελευσομαι εις σκηνωμα οικου μου ει αναβησομαι επι κλινης στρωμνης μου
4
ει δωσω υπνον τοις οφθαλμοις μου και τοις βλεφαροις μου νυσταγμον και αναπαυσιν τοις κροταφοις μου
5
εως ου ευρω τοπον τω κυριω σκηνωμα τω θεω ιακωβ
6
ιδου ηκουσαμεν αυτην εν εφραθα ευρομεν αυτην εν τοις πεδιοις του δρυμου
7
εισελευσομεθα εις τα σκηνωματα αυτου προσκυνησομεν εις τον τοπον ου εστησαν οι ποδες αυτου
8
αναστηθι κυριε εις την αναπαυσιν σου συ και η κιβωτος του αγιασματος σου
9
οι ιερεις σου ενδυσονται δικαιοσυνην και οι οσιοι σου αγαλλιασονται
10
ενεκεν δαυιδ του δουλου σου μη αποστρεψης το προσωπον του χριστου σου
11
ωμοσεν κυριος τω δαυιδ αληθειαν και ου μη αθετησει αυτην εκ καρπου της κοιλιας σου θησομαι επι τον θρονον σου
12
εαν φυλαξωνται οι υιοι σου την διαθηκην μου και τα μαρτυρια μου ταυτα α διδαξω αυτους και οι υιοι αυτων εως του αιωνος καθιουνται επι του θρονου σου
13
οτι εξελεξατο κυριος την σιων ηρετισατο αυτην εις κατοικιαν εαυτω
14
αυτη η καταπαυσις μου εις αιωνα αιωνος ωδε κατοικησω οτι ηρετισαμην αυτην
15
την θηραν αυτης ευλογων ευλογησω τους πτωχους αυτης χορτασω αρτων
16
τους ιερεις αυτης ενδυσω σωτηριαν και οι οσιοι αυτης αγαλλιασει αγαλλιασονται
17
εκει εξανατελω κερας τω δαυιδ ητοιμασα λυχνον τω χριστω μου
18
τους εχθρους αυτου ενδυσω αισχυνην επι δε αυτον εξανθησει το αγιασμα μου