1
αλληλουια εξομολογεισθε τω κυριω οτι χρηστος οτι εις τον αιωνα το ελεος αυτου
2
εξομολογεισθε τω θεω των θεων οτι εις τον αιωνα το ελεος αυτου
3
εξομολογεισθε τω κυριω των κυριων οτι εις τον αιωνα το ελεος αυτου
4
τω ποιουντι θαυμασια μεγαλα μονω οτι εις τον αιωνα το ελεος αυτου
5
τω ποιησαντι τους ουρανους εν συνεσει οτι εις τον αιωνα το ελεος αυτου
6
τω στερεωσαντι την γην επι των υδατων οτι εις τον αιωνα το ελεος αυτου
7
τω ποιησαντι φωτα μεγαλα μονω οτι εις τον αιωνα το ελεος αυτου
8
τον ηλιον εις εξουσιαν της ημερας οτι εις τον αιωνα το ελεος αυτου
9
την σεληνην και τα αστρα εις εξουσιαν της νυκτος οτι εις τον αιωνα το ελεος αυτου
10
τω παταξαντι αιγυπτον συν τοις πρωτοτοκοις αυτων οτι εις τον αιωνα το ελεος αυτου
11
και εξαγαγοντι τον ισραηλ εκ μεσου αυτων οτι εις τον αιωνα το ελεος αυτου
12
εν χειρι κραταια και εν βραχιονι υψηλω οτι εις τον αιωνα το ελεος αυτου
13
τω καταδιελοντι την ερυθραν θαλασσαν εις διαιρεσεις οτι εις τον αιωνα το ελεος αυτου
14
και διαγαγοντι τον ισραηλ δια μεσου αυτης οτι εις τον αιωνα το ελεος αυτου
15
και εκτιναξαντι φαραω και την δυναμιν αυτου εις θαλασσαν ερυθραν οτι εις τον αιωνα το ελεος αυτου
16
τω διαγαγοντι τον λαον αυτου εν τη ερημω οτι εις τον αιωνα το ελεος αυτου τω εξαγαγοντι υδωρ εκ πετρας ακροτομου οτι εις τον αιωνα το ελεος αυτου
17
τω παταξαντι βασιλεις μεγαλους οτι εις τον αιωνα το ελεος αυτου
18
και αποκτειναντι βασιλεις κραταιους οτι εις τον αιωνα το ελεος αυτου
19
τον σηων βασιλεα των αμορραιων οτι εις τον αιωνα το ελεος αυτου
20
και τον ωγ βασιλεα της βασαν οτι εις τον αιωνα το ελεος αυτου
21
και δοντι την γην αυτων κληρονομιαν οτι εις τον αιωνα το ελεος αυτου
22
κληρονομιαν ισραηλ δουλω αυτου οτι εις τον αιωνα το ελεος αυτου
23
οτι εν τη ταπεινωσει ημων εμνησθη ημων ο κυριος οτι εις τον αιωνα το ελεος αυτου
24
και ελυτρωσατο ημας εκ των εχθρων ημων οτι εις τον αιωνα το ελεος αυτου
25
ο διδους τροφην παση σαρκι οτι εις τον αιωνα το ελεος αυτου
26
εξομολογεισθε τω θεω του ουρανου οτι εις τον αιωνα το ελεος αυτου εξομολογεισθε τω κυριω των κυριων οτι εις τον αιωνα το ελεος αυτου