1
τω δαυιδ επι των ποταμων βαβυλωνος εκει εκαθισαμεν και εκλαυσαμεν εν τω μνησθηναι ημας της σιων
2
επι ταις ιτεαις εν μεσω αυτης εκρεμασαμεν τα οργανα ημων
3
οτι εκει επηρωτησαν ημας οι αιχμαλωτευσαντες ημας λογους ωδων και οι απαγαγοντες ημας υμνον ασατε ημιν εκ των ωδων σιων
4
πως ασωμεν την ωδην κυριου επι γης αλλοτριας
5
εαν επιλαθωμαι σου ιερουσαλημ επιλησθειη η δεξια μου
6
κολληθειη η γλωσσα μου τω λαρυγγι μου εαν μη σου μνησθω εαν μη προαναταξωμαι την ιερουσαλημ εν αρχη της ευφροσυνης μου
7
μνησθητι κυριε των υιων εδωμ την ημεραν ιερουσαλημ των λεγοντων εκκενουτε εκκενουτε εως ο θεμελιος εν αυτη
8
θυγατηρ βαβυλωνος η ταλαιπωρος μακαριος ος ανταποδωσει σοι το ανταποδομα σου ο ανταπεδωκας ημιν
9
μακαριος ος κρατησει και εδαφιει τα νηπια σου προς την πετραν