1
τω δαυιδ εξομολογησομαι σοι κυριε εν ολη καρδια μου οτι ηκουσας τα ρηματα του στοματος μου και εναντιον αγγελων ψαλω σοι
2
προσκυνησω προς ναον αγιον σου και εξομολογησομαι τω ονοματι σου επι τω ελεει σου και τη αληθεια σου οτι εμεγαλυνας επι παν ονομα το λογιον σου
3
εν η αν ημερα επικαλεσωμαι σε ταχυ επακουσον μου πολυωρησεις με εν ψυχη μου εν δυναμει
4
εξομολογησασθωσαν σοι κυριε παντες οι βασιλεις της γης οτι ηκουσαν παντα τα ρηματα του στοματος σου
5
και ασατωσαν εν ταις οδοις κυριου οτι μεγαλη η δοξα κυριου
6
οτι υψηλος κυριος και τα ταπεινα εφορα και τα υψηλα απο μακροθεν γινωσκει
7
εαν πορευθω εν μεσω θλιψεως ζησεις με επ' οργην εχθρων μου εξετεινας χειρα σου και εσωσεν με η δεξια σου
8
κυριος ανταποδωσει υπερ εμου κυριε το ελεος σου εις τον αιωνα τα εργα των χειρων σου μη παρης