1
εις το τελος ψαλμος τω δαυιδ
2
εξελου με κυριε εξ ανθρωπου πονηρου απο ανδρος αδικου ρυσαι με
3
οιτινες ελογισαντο αδικιας εν καρδια ολην την ημεραν παρετασσοντο πολεμους
4
ηκονησαν γλωσσαν αυτων ωσει οφεως ιος ασπιδων υπο τα χειλη αυτων διαψαλμα
5
φυλαξον με κυριε εκ χειρος αμαρτωλου απο ανθρωπων αδικων εξελου με οιτινες ελογισαντο υποσκελισαι τα διαβηματα μου
6
εκρυψαν υπερηφανοι παγιδα μοι και σχοινια διετειναν παγιδας τοις ποσιν μου εχομενα τριβου σκανδαλον εθεντο μοι διαψαλμα
7
ειπα τω κυριω θεος μου ει συ ενωτισαι κυριε την φωνην της δεησεως μου
8
κυριε κυριε δυναμις της σωτηριας μου επεσκιασας επι την κεφαλην μου εν ημερα πολεμου
9
μη παραδως με κυριε απο της επιθυμιας μου αμαρτωλω διελογισαντο κατ' εμου μη εγκαταλιπης με μηποτε υψωθωσιν διαψαλμα
10
η κεφαλη του κυκλωματος αυτων κοπος των χειλεων αυτων καλυψει αυτους
11
πεσουνται επ' αυτους ανθρακες εν πυρι καταβαλεις αυτους εν ταλαιπωριαις ου μη υποστωσιν
12
ανηρ γλωσσωδης ου κατευθυνθησεται επι της γης ανδρα αδικον κακα θηρευσει εις διαφθοραν
13
εγνων οτι ποιησει κυριος την κρισιν του πτωχου και την δικην των πενητων
14
πλην δικαιοι εξομολογησονται τω ονοματι σου και κατοικησουσιν ευθεις συν τω προσωπω σου