1
ψαλμος τω δαυιδ κυριε τις παροικησει εν τω σκηνωματι σου και τις κατασκηνωσει εν τω ορει τω αγιω σου
2
πορευομενος αμωμος και εργαζομενος δικαιοσυνην λαλων αληθειαν εν καρδια αυτου
3
ος ουκ εδολωσεν εν γλωσση αυτου ουδε εποιησεν τω πλησιον αυτου κακον και ονειδισμον ουκ ελαβεν επι τους εγγιστα αυτου
4
εξουδενωται ενωπιον αυτου πονηρευομενος τους δε φοβουμενους κυριον δοξαζει ο ομνυων τω πλησιον αυτου και ουκ αθετων
5
το αργυριον αυτου ουκ εδωκεν επι τοκω και δωρα επ' αθωοις ουκ ελαβεν ο ποιων ταυτα ου σαλευθησεται εις τον αιωνα