1
ψαλμος τω δαυιδ κυριε εκεκραξα προς σε εισακουσον μου προσχες τη φωνη της δεησεως μου εν τω κεκραγεναι με προς σε
2
κατευθυνθητω η προσευχη μου ως θυμιαμα ενωπιον σου επαρσις των χειρων μου θυσια εσπερινη
3
θου κυριε φυλακην τω στοματι μου και θυραν περιοχης περι τα χειλη μου
4
μη εκκλινης την καρδιαν μου εις λογους πονηριας του προφασιζεσθαι προφασεις εν αμαρτιαις συν ανθρωποις εργαζομενοις ανομιαν και ου μη συνδυασω μετα των εκλεκτων αυτων
5
παιδευσει με δικαιος εν ελεει και ελεγξει με ελαιον δε αμαρτωλου μη λιπανατω την κεφαλην μου οτι ετι και η προσευχη μου εν ταις ευδοκιαις αυτων
6
κατεποθησαν εχομενα πετρας οι κριται αυτων ακουσονται τα ρηματα μου οτι ηδυνθησαν
7
ωσει παχος γης διερραγη επι της γης διεσκορπισθη τα οστα ημων παρα τον αδην
8
οτι προς σε κυριε κυριε οι οφθαλμοι μου επι σε ηλπισα μη αντανελης την ψυχην μου
9
φυλαξον με απο παγιδος ης συνεστησαντο μοι και απο σκανδαλων των εργαζομενων την ανομιαν
10
πεσουνται εν αμφιβληστρω αυτου αμαρτωλοι κατα μονας ειμι εγω εως ου αν παρελθω