1
συνεσεως τω δαυιδ εν τω ειναι αυτον εν τω σπηλαιω προσευχη
2
φωνη μου προς κυριον εκεκραξα φωνη μου προς κυριον εδεηθην
3
εκχεω εναντιον αυτου την δεησιν μου την θλιψιν μου ενωπιον αυτου απαγγελω
4
εν τω εκλειπειν εξ εμου το πνευμα μου και συ εγνως τας τριβους μου εν οδω ταυτη η επορευομην εκρυψαν παγιδα μοι
5
κατενοουν εις τα δεξια και επεβλεπον οτι ουκ ην ο επιγινωσκων με απωλετο φυγη απ' εμου και ουκ εστιν ο εκζητων την ψυχην μου
6
εκεκραξα προς σε κυριε ειπα συ ει η ελπις μου μερις μου εν γη ζωντων
7
προσχες προς την δεησιν μου οτι εταπεινωθην σφοδρα ρυσαι με εκ των καταδιωκοντων με οτι εκραταιωθησαν υπερ εμε
8
εξαγαγε εκ φυλακης την ψυχην μου του εξομολογησασθαι τω ονοματι σου κυριε εμε υπομενουσιν δικαιοι εως ου ανταποδως μοι