1
ψαλμος τω δαυιδ οτε αυτον ο υιος καταδιωκει κυριε εισακουσον της προσευχης μου ενωτισαι την δεησιν μου εν τη αληθεια σου επακουσον μου εν τη δικαιοσυνη σου
2
και μη εισελθης εις κρισιν μετα του δουλου σου οτι ου δικαιωθησεται ενωπιον σου πας ζων
3
οτι κατεδιωξεν ο εχθρος την ψυχην μου εταπεινωσεν εις γην την ζωην μου εκαθισεν με εν σκοτεινοις ως νεκρους αιωνος
4
και ηκηδιασεν επ' εμε το πνευμα μου εν εμοι εταραχθη η καρδια μου
5
εμνησθην ημερων αρχαιων και εμελετησα εν πασι τοις εργοις σου εν ποιημασιν των χειρων σου εμελετων
6
διεπετασα τας χειρας μου προς σε η ψυχη μου ως γη ανυδρος σοι διαψαλμα
7
ταχυ εισακουσον μου κυριε εξελιπεν το πνευμα μου μη αποστρεψης το προσωπον σου απ' εμου και ομοιωθησομαι τοις καταβαινουσιν εις λακκον
8
ακουστον ποιησον μοι το πρωι το ελεος σου οτι επι σοι ηλπισα γνωρισον μοι κυριε οδον εν η πορευσομαι οτι προς σε ηρα την ψυχην μου
9
εξελου με εκ των εχθρων μου κυριε οτι προς σε κατεφυγον
10
διδαξον με του ποιειν το θελημα σου οτι συ ει ο θεος μου το πνευμα σου το αγαθον οδηγησει με εν γη ευθεια
11
ενεκα του ονοματος σου κυριε ζησεις με εν τη δικαιοσυνη σου εξαξεις εκ θλιψεως την ψυχην μου
12
και εν τω ελεει σου εξολεθρευσεις τους εχθρους μου και απολεις παντας τους θλιβοντας την ψυχην μου οτι δουλος σου ειμι εγω