1
τω δαυιδ προς τον γολιαδ ευλογητος κυριος ο θεος μου ο διδασκων τας χειρας μου εις παραταξιν τους δακτυλους μου εις πολεμον
2
ελεος μου και καταφυγη μου αντιλημπτωρ μου και ρυστης μου υπερασπιστης μου και επ' αυτω ηλπισα ο υποτασσων τον λαον μου υπ' εμε
3
κυριε τι εστιν ανθρωπος οτι εγνωσθης αυτω η υιος ανθρωπου οτι λογιζη αυτον
4
ανθρωπος ματαιοτητι ωμοιωθη αι ημεραι αυτου ωσει σκια παραγουσιν
5
κυριε κλινον ουρανους σου και καταβηθι αψαι των ορεων και καπνισθησονται
6
αστραψον αστραπην και σκορπιεις αυτους εξαποστειλον τα βελη σου και συνταραξεις αυτους
7
εξαποστειλον την χειρα σου εξ υψους εξελου με και ρυσαι με εξ υδατων πολλων εκ χειρος υιων αλλοτριων
8
ων το στομα ελαλησεν ματαιοτητα και η δεξια αυτων δεξια αδικιας
9
ο θεος ωδην καινην ασομαι σοι εν ψαλτηριω δεκαχορδω ψαλω σοι
10
τω διδοντι την σωτηριαν τοις βασιλευσιν τω λυτρουμενω δαυιδ τον δουλον αυτου εκ ρομφαιας πονηρας
11
ρυσαι με και εξελου με εκ χειρος υιων αλλοτριων ων το στομα ελαλησεν ματαιοτητα και η δεξια αυτων δεξια αδικιας
12
ων οι υιοι ως νεοφυτα ηδρυμμενα εν τη νεοτητι αυτων αι θυγατερες αυτων κεκαλλωπισμεναι περικεκοσμημεναι ως ομοιωμα ναου
13
τα ταμιεια αυτων πληρη εξερευγομενα εκ τουτου εις τουτο τα προβατα αυτων πολυτοκα πληθυνοντα εν ταις εξοδοις αυτων
14
οι βοες αυτων παχεις ουκ εστιν καταπτωμα φραγμου ουδε διεξοδος ουδε κραυγη εν ταις πλατειαις αυτων
15
εμακαρισαν τον λαον ω ταυτα εστιν μακαριος ο λαος ου κυριος ο θεος αυτου