1
αλληλουια αγγαιου και ζαχαριου αινει η ψυχη μου τον κυριον
2
αινεσω κυριον εν ζωη μου ψαλω τω θεω μου εως υπαρχω
3
μη πεποιθατε επ' αρχοντας και εφ' υιους ανθρωπων οις ουκ εστιν σωτηρια
4
εξελευσεται το πνευμα αυτου και επιστρεψει εις την γην αυτου εν εκεινη τη ημερα απολουνται παντες οι διαλογισμοι αυτων
5
μακαριος ου ο θεος ιακωβ βοηθος η ελπις αυτου επι κυριον τον θεον αυτου
6
τον ποιησαντα τον ουρανον και την γην την θαλασσαν και παντα τα εν αυτοις τον φυλασσοντα αληθειαν εις τον αιωνα
7
ποιουντα κριμα τοις αδικουμενοις διδοντα τροφην τοις πεινωσιν κυριος λυει πεπεδημενους
8
κυριος ανορθοι κατερραγμενους κυριος σοφοι τυφλους κυριος αγαπα δικαιους
9
κυριος φυλασσει τους προσηλυτους ορφανον και χηραν αναλημψεται και οδον αμαρτωλων αφανιει
10
βασιλευσει κυριος εις τον αιωνα ο θεος σου σιων εις γενεαν και γενεαν