1
αλληλουια αγγαιου και ζαχαριου αινειτε τον κυριον οτι αγαθον ψαλμος τω θεω ημων ηδυνθειη αινεσις
2
οικοδομων ιερουσαλημ ο κυριος και τας διασπορας του ισραηλ επισυναξει
3
ο ιωμενος τους συντετριμμενους την καρδιαν και δεσμευων τα συντριμματα αυτων
4
ο αριθμων πληθη αστρων και πασιν αυτοις ονοματα καλων
5
μεγας ο κυριος ημων και μεγαλη η ισχυς αυτου και της συνεσεως αυτου ουκ εστιν αριθμος
6
αναλαμβανων πραεις ο κυριος ταπεινων δε αμαρτωλους εως της γης
7
εξαρξατε τω κυριω εν εξομολογησει ψαλατε τω θεω ημων εν κιθαρα
8
τω περιβαλλοντι τον ουρανον εν νεφελαις τω ετοιμαζοντι τη γη υετον τω εξανατελλοντι εν ορεσι χορτον και χλοην τη δουλεια των ανθρωπων
9
διδοντι τοις κτηνεσι τροφην αυτων και τοις νεοσσοις των κορακων τοις επικαλουμενοις αυτον
10
ουκ εν τη δυναστεια του ιππου θελησει ουδε εν ταις κνημαις του ανδρος ευδοκει
11
ευδοκει κυριος εν τοις φοβουμενοις αυτον και εν τοις ελπιζουσιν επι το ελεος αυτου