1
αλληλουια αγγαιου και ζαχαριου επαινει ιερουσαλημ τον κυριον αινει τον θεον σου σιων
2
οτι ενισχυσεν τους μοχλους των πυλων σου ευλογησεν τους υιους σου εν σοι
3
ο τιθεις τα ορια σου ειρηνην και στεαρ πυρου εμπιπλων σε
4
ο αποστελλων το λογιον αυτου τη γη εως ταχους δραμειται ο λογος αυτου
5
του διδοντος χιονα ωσει εριον ομιχλην ωσει σποδον πασσοντος
6
βαλλοντος κρυσταλλον αυτου ωσει ψωμους κατα προσωπον ψυχους αυτου τις υποστησεται
7
αποστελει τον λογον αυτου και τηξει αυτα πνευσει το πνευμα αυτου και ρυησεται υδατα
8
απαγγελλων τον λογον αυτου τω ιακωβ δικαιωματα και κριματα αυτου τω ισραηλ
9
ουκ εποιησεν ουτως παντι εθνει και τα κριματα αυτου ουκ εδηλωσεν αυτοις